next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Δημοσθένης

ἰατταταιὰξ τῶν κακῶν, ἰατταταῖ.
κακῶς Παφλαγόνα τὸν νεώνητον κακὸν
αὐταῖσι βουλαῖς ἀπολέσειαν οἱ θεοί.
ἐξ οὗ γὰρ εἰσήρρησεν ἐς τὴν οἰκίαν
5πληγὰς ἀεὶ προστρίβεται τοῖς οἰκέταις.

Νικίας

κάκιστα δῆθ᾽ οὗτός γε πρῶτος Παφλαγόνων
αὐταῖς διαβολαῖς.

Δημοσθένης
κακόδαιμον πῶς ἔχεις;

Νικίας

κακῶς καθάπερ σύ.

Δημοσθένης
δεῦρο δὴ πρόσελθ᾽, ἵνα
ξυναυλίαν κλαύσωμεν Οὐλύμπου νόμον.

Δημοσθένης καὶ Νικίας

10 μυμῦ μυμῦ μυμῦ μυμῦ μυμῦ μυμῦ.

Δημοσθένης

τί κινυρόμεθ᾽ ἄλλως; οὐκ ἐχρῆν ζητεῖν τινα
σωτηρίαν νῷν, ἀλλὰ μὴ κλάειν ἔτι;

Νικίας

τίς οὖν γένοιτ᾽ ἄν;

Δημοσθένης
λέγε σύ.

Νικίας
σὺ μὲν οὖν μοι λέγε,
ἵνα μὴ μάχωμαι.

Δημοσθένης
μὰ τὸν Ἀπόλλω 'γὼ μὲν οὔ.

Νικίας

πῶς ἂν σύ μοι λέξειας ἁμὲ χρὴ λέγειν;

Δημοσθένης

15ἀλλ᾽ εἰπὲ θαρρῶν, εἶτα κἀγὼ σοὶ φράσω.

Νικίας

ἀλλ᾽ οὐκ ἔνι μοι τὸ θρέττε. πῶς ἂν οὖν ποτε
εἴποιμ᾽ ἂν αὐτὸ δῆτα κομψευριπικῶς;

Δημοσθένης

μὴ 'μοί γε, μὴ 'μοί, μὴ διασκανδικίσῃς:
20ἀλλ᾽ εὑρέ τιν᾽ ἀπόκινον ἀπὸ τοῦ δεσπότου.

Νικίας

λέγε δὴ μόλωμεν ξυνεχὲς ὡδὶ ξυλλαβών.

Δημοσθένης

καὶ δὴ λέγω μόλωμεν.

Νικίας
ἐξόπισθε νῦν
αὐτὸ φάθι τοῦ μόλωμεν.

Δημοσθένης
αὐτό.

Νικίας
πάνυ καλῶς.
ὥσπερ δεφόμενος νῦν ἀτρέμα πρῶτον λέγε
25τὸ μόλωμεν, εἶτα δ᾽ αὐτό, κᾆτ᾽ ἐπάγων πυκνόν.

Δημοσθένης

μόλωμεν αὐτὸ μόλωμεν αὐτομολῶμεν.

Νικίας
ἢν
οὐχ ἡδύ;

Δημοσθένης
νὴ Δία: πλήν γε περὶ τῷ δέρματι
δέδοικα τουτονὶ τὸν οἰωνόν.

Νικίας
τί δαί;

Δημοσθένης

ὁτιὴ τὸ δέρμα δεφομένων ἀπέρχεται.

Νικίας

30κράτιστα τοίνυν τῶν παρόντων ἐστὶ νῷν,
θεῶν ἰόντε προσπεσεῖν του πρὸς βρέτας.

Δημοσθένης

ποῖον βρέτας †; ἐτεὸν ἡγεῖ γὰρ θεούς;

Νικίας

ἔγωγε.

Δημοσθένης
ποίῳ χρώμενος τεκμηρίῳ;

Νικίας

ὁτιὴ θεοῖσιν ἐχθρός εἰμ᾽. οὐκ εἰκότως;

Δημοσθένης

35εὖ προσβιβάζεις μ᾽. ἀλλ᾽ ἑτέρᾳ πῃ σκεπτέον.
βούλει τὸ πρᾶγμα τοῖς θεαταῖσιν φράσω;

Νικίας

οὐ χεῖρον: ἓν δ᾽ αὐτοὺς παραιτησώμεθα,
ἐπίδηλον ἡμῖν τοῖς προσώποισιν ποιεῖν,
ἢν τοῖς ἔπεσι χαίρωσι καὶ τοῖς πράγμασιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
  • Commentary references to this page (2):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus Tyrannus, 513-862
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus at Colonus, 31
  • Cross-references to this page (1):
    • Herbert Weir Smyth, A Greek Grammar for Colleges, PARTICLES
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: