previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἀλλαντοπώλης

τοῦτ᾽ ἔδακε τὸν πόρπακα τὸν Κλεωνύμου.

Δῆμος

οὐδ᾽ ἀγοράσει γ᾽ ἀγένειος οὐδεὶς ἐν ἀγορᾷ.

Ἀλλαντοπώλης

ποῦ δῆτα Κλεισθένης ἀγοράσει καὶ Στράτων;

Δῆμος

1375τὰ μειράκια ταυτὶ λέγω τἀν τῷ μύρῳ,
στωμυλεῖται τοιαδὶ καθήμενα:
σοφός γ᾽ Φαίαξ δεξιῶς τ᾽ οὐκ ἀπέθανεν.
συνερτικὸς γάρ ἐστι καὶ περαντικός,
καὶ γνωμοτυπικὸς καὶ σαφὴς καὶ κρουστικός,
1380καταληπτικός τ᾽ ἄριστα τοῦ θορυβητικοῦ.’

Ἀλλαντοπώλης

οὔκουν καταδακτυλικὸς σὺ τοῦ λαλητικοῦ;

Δῆμος

μὰ Δί᾽ ἀλλ᾽ ἀναγκάσω κυνηγετεῖν ἐγὼ
τούτους ἅπαντας, παυσαμένους ψηφισμάτων.

Ἀλλαντοπώλης

ἔχε νυν ἐπὶ τούτοις τουτονὶ τὸν ὀκλαδίαν,
1385καὶ παῖδ᾽ ἐνόρχην, ὅσπερ οἴσει τόνδε σοι:
κἄν που δοκῇ σοι, τοῦτον ὀκλαδίαν ποίει.

Δῆμος

μακάριος ἐς τἀρχαῖα δὴ καθίσταμαι.

Ἀλλαντοπώλης

φήσεις γ᾽, ἐπειδὰν τὰς τριακοντούτιδας
σπονδὰς παραδῶ σοι. δεῦρ᾽ ἴθ᾽ αἱ Σπονδαὶ ταχύ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: