previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Νικίας

εἷς οὑτοσὶ πώλης. τί τοὐντεῦθεν; λέγε.

Δημοσθένης

μετὰ τοῦτον αὖθις προβατοπώλης δεύτερος.

Νικίας

δύο τώδε πώλα. καὶ τί τόνδε χρὴ παθεῖν;

Δημοσθένης

κρατεῖν, ἕως ἕτερος ἀνὴρ βδελυρώτερος
135αὐτοῦ γένοιτο: μετὰ δὲ ταῦτ᾽ ἀπόλλυται.
ἐπιγίγνεται γὰρ βυρσοπώλης Παφλαγών,
ἅρπαξ κεκράκτης Κυκλοβόρου φωνὴν ἔχων.

Νικίας

τὸν προβατοπώλην ἦν ἄρ᾽ ἀπολέσθαι χρεὼν
ὑπὸ βυρσοπώλου;

Δημοσθένης
νὴ Δί᾽.

Νικίας
οἴμοι δείλαιος.
140πόθεν οὖν ἂν ἔτι γένοιτο πώλης εἶς μόνος;

Δημοσθένης

ἔτ᾽ ἐστὶν εἷς ὑπερφυᾶ τέχνην ἔχων.

Νικίας

εἴπ᾽, ἀντιβολῶ, τίς ἐστιν;

Δημοσθένης
εἴπω;

Νικίας
νὴ Δία.

Δημοσθένης

ἀλλαντοπώλης ἔσθ᾽ τοῦτον ἐξολῶν.

Νικίας

ἀλλαντοπώλης; Πόσειδον τῆς τέχνης.
145φέρε ποῦ τὸν ἄνδρα τοῦτον ἐξευρήσομεν;

Δημοσθένης

ζητῶμεν αὐτόν.

Νικίας
ἀλλ᾽ ὁδὶ προσέρχεται
ὥσπερ κατὰ θεὸν εἰς ἀγοράν.

Δημοσθένης
μακάριε
ἀλλαντοπῶλα, δεῦρο δεῦρ᾽ φίλτατε
ἀνάβαινε σωτὴρ τῇ πόλει καὶ νῷν φανείς.

Ἀλλαντοπώλης

150τί ἔστι; τί με καλεῖτε;

Δημοσθένης
δεῦρ᾽ ἔλθ᾽, ἵνα πύθῃ
ὡς εὐτυχὴς εἶ καὶ μεγάλως εὐδαιμονεῖς.

Νικίας

ἴθι δὴ κάθελ᾽ αὐτοῦ τοὐλεὸν καὶ τοῦ θεοῦ
τὸν χρησμὸν ἀναδίδαξον αὐτὸν ὡς ἔχει:
ἐγὼ δ᾽ ἰὼν προσκέψομαι τὸν Παφλαγόνα.

Δημοσθένης

155ἄγε δὴ σὺ κατάθου πρῶτα τὰ σκεύη χαμαί:
ἔπειτα τὴν γῆν πρόσκυσον καὶ τοὺς θεούς.

Ἀλλαντοπώλης

ἰδού: τί ἔστιν;

Δημοσθένης
μακάρι᾽ πλούσιε,
νῦν μὲν οὐδεὶς αὔριον δ᾽ ὑπέρμεγας,
τῶν Ἀθηνῶν ταγὲ τῶν εὐδαιμόνων.

Ἀλλαντοπώλης

160τί μ᾽ ὦγάθ᾽ οὐ πλύνειν ἐᾷς τὰς κοιλίας
πωλεῖν τε τοὺς ἀλλᾶντας, ἀλλὰ καταγελᾷς;

Δημοσθένης

μῶρε ποίας κοιλίας; δευρὶ βλέπε.
τὰς στίχας ὁρᾷς τὰς τῶνδε τῶν λαῶν;

Ἀλλαντοπώλης
ὁρῶ.

Δημοσθένης

τούτων ἁπάντων αὐτὸς ἀρχέλας ἔσει,
165καὶ τῆς ἀγορᾶς καὶ τῶν λιμένων καὶ τῆς πυκνός:
βουλὴν πατήσεις καὶ στρατηγοὺς κλαστάσεις,
δήσεις φυλάξεις, ἐν πρυτανείῳ λαικάσει.

Ἀλλαντοπώλης

ἐγώ;

Δημοσθένης
σὺ μέντοι: κοὐδέπω γε πάνθ᾽ ὁρᾷς.
ἀλλ᾽ ἐπανάβηθι κἀπὶ τοὐλεὸν τοδὶ
170καὶ κάτιδε τὰς νήσους ἁπάσας ἐν κύκλῳ.

Ἀλλαντοπώλης

καθορῶ.

Δημοσθένης
τί δαί; τἀμπόρια καὶ τὰς ὁλκάδας;

Ἀλλαντοπώλης

ἔγωγε.

Δημοσθένης
πῶς οὖν οὐ μεγάλως εὐδαιμονεῖς;
ἔτι νῦν τὸν ὀφθαλμὸν παράβαλλ᾽ ἐς Καρίαν
τὸν δεξιόν, τὸν δ᾽ ἕτερον ἐς Καρχηδόνα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references to this page (1):
    • Herbert Weir Smyth, A Greek Grammar for Colleges, PARTICLES
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: