previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Δημοσθένης

ἄνδρες ἱππῆς παραγένεσθε: νῦν καιρός. Σίμων,
Παναίτι᾽ οὐκ ἐλᾶτε πρὸς τὸ δεξιὸν κέρας;
ἅνδρες ἐγγύς. ἀλλ᾽ ἀμύνου κἀπαναστρέφου πάλιν.
245 κονιορτὸς δῆλος αὐτῶν ὡς ὁμοῦ προσκειμένων.
ἀλλ᾽ ἀμύνου καὶ δίωκε καὶ τροπὴν αὐτοῦ ποιοῦ.

Χορός Ἱππεῶν

παῖε παῖε τὸν πανοῦργον καὶ ταραξιππόστρατον
καὶ τελώνην καὶ φάραγγα καὶ Χάρυβδιν ἁρπαγῆς,
καὶ πανοῦργον καὶ πανοῦργον: πολλάκις γὰρ αὔτ᾽ ἐρῶ.
250καὶ γὰρ οὗτος ἦν πανοῦργος πολλάκις τῆς ἡμέρας.
ἀλλὰ παῖε καὶ δίωκε καὶ τάραττε καὶ κύκα
καὶ βδελύττου, καὶ γὰρ ἡμεῖς, κἀπικείμενος βόα:
εὐλαβοῦ δὲ μὴ 'κφύγῃ σε: καὶ γὰρ οἶδε τὰς ὁδούς,
ἅσπερ Εὐκράτης ἔφευγεν εὐθὺ τῶν κυρηβίων.

Κλέων

255 γέροντες ἡλιασταί, φράτερες τριωβόλου,
οὓς ἐγὼ βόσκω κεκραγὼς καὶ δίκαια κἄδικα,
παραβοηθεῖθ᾽, ὡς ὑπ᾽ ἀνδρῶν τύπτομαι ξυνωμοτῶν.

Χορός

ἐν δίκῃ γ᾽, ἐπεὶ τὰ κοινὰ πρὶν λαχεῖν κατεσθίεις,
κἀποσυκάζεις πιέζων τοὺς ὑπευθύνους σκοπῶν,
260ὅστις αὐτῶν ὠμός ἐστιν πέπων μὴ πέπων,
κἄν τιν᾽ αὐτῶν γνῷς ἀπράγμον᾽ ὄντα καὶ κεχηνότα,
καταγαγὼν ἐκ Χερρονήσου διαβαλὼν ἀγκυρίσας
εἶτ᾽ ἀποστρέψας τὸν ὦμον αὐτὸν ἐνεκολήβασας:
καὶ σκοπεῖς γε τῶν πολιτῶν ὅστις ἐστὶν ἀμνοκῶν,
265πλούσιος καὶ μὴ πονηρὸς καὶ τρέμων τὰ πράγματα.

Κλέων

ξυνεπίκεισθ᾽ ὑμεῖς; ἐγὼ δ᾽ ἄνδρες δι᾽ ὑμᾶς τύπτομαι,
ὅτι λέγειν γνώμην ἔμελλον ὡς δίκαιον ἐν πόλει
ἑστάναι μνημεῖον ὑμῶν ἐστιν ἀνδρείας χάριν.

Χορός

ὡς δ᾽ ἀλαζών, ὡς δὲ μάσθλης: εἶδες οἷ᾽ ὑπέρχεται
270ὡσπερεὶ γέροντας ἡμᾶς καὶ κοβαλικεύεται;
ἀλλ᾽ ἐὰν ταύτῃ γε νικᾷ, ταυτῃὶ πεπλήξεται:
ἢν δ᾽ ὑπεκκλίνῃ γε δευρί, τὸ σκέλος κυρηβάσει.

Κλέων

πόλις καὶ δῆμ᾽ ὑφ᾽ οἵων θηρίων γαστρίζομαι.

Χορός

καὶ κέκραγας, ὥσπερ ἀεὶ τὴν πόλιν καταστρέφει;

Κλέων

275ἀλλ᾽ ἐγώ σε τῇ βοῇ ταύτῃ γε πρῶτα τρέψομαι.

Χορός

ἀλλ᾽ ἐὰν μέντοι γε νικᾷς τῇ βοῇ, τήνελλος εἶ:
ἢν δ᾽ ἀναιδείᾳ παρέλθῃ σ᾽, ἡμέτερος πυραμοῦς.

Κλέων

τουτονὶ τὸν ἄνδρ᾽ ἐγὼ 'νδείκνυμι, καὶ φήμ᾽ ἐξάγειν
ταῖσι Πελοποννησίων τριήρεσι ζωμεύματα.

Ἀλλαντοπώλης

280ναὶ μὰ Δία κἄγωγε τοῦτον, ὅτι κενῇ τῇ κοιλίᾳ
ἐσδραμὼν ἐς τὸ πρυτανεῖον, εἶτα πάλιν ἐκθεῖ πλέᾳ.

Δημοσθένης

νὴ Δί᾽ ἐξάγων γε τἀπόρρηθ᾽, ἅμ᾽ ἄρτον καὶ κρέας
καὶ τέμαχος, οὗ Περικλέης οὐκ ἠξιώθη πώποτε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
  • Cross-references to this page (1):
    • Herbert Weir Smyth, A Greek Grammar for Colleges, THE CASES
  • Cross-references in general dictionaries to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: