Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Κλέων
ἀποθανεῖσθον αὐτίκα μάλα. Ἀλλαντοπώλης
285τριπλάσιον κεκράξομαί σου. Κλέων
καταβοήσομαι βοῶν σε. Ἀλλαντοπώλης
κατακεκράξομαί σε κράζων. Κλέων
διαβαλῶ σ᾽ ἐὰν στρατηγῇς. Ἀλλαντοπώλης
κυνοκοπήσω σου τὸ νῶτον. Κλέων
290περιελῶ σ᾽ ἀλαζονείαις. Ἀλλαντοπώλης
ὑποτεμοῦμαι τὰς ὁδούς σου. Κλέων
βλέψον ἔς μ᾽ ἀσκαρδάμυκτος. Ἀλλαντοπώλης
ἐν ἀγορᾷ κἀγὼ τέθραμμαι. Κλέων
διαφορήσω σ᾽ εἴ τι γρύξει. Ἀλλαντοπώλης
295κοπροφορήσω σ᾽ εἰ λαλήσεις. Κλέων
ὁμολογῶ κλέπτειν: σὺ δ᾽ οὐχί. Ἀλλαντοπώλης
νὴ τὸν Ἑρμῆν τὸν ἀγοραῖον,
κἀπιορκῶ γε βλεπόντων. Κλέων
ἀλλότρια τοίνυν σοφίζει,
300καὶ φανῶ σε τοῖς πρυτάνεσιν
ἀδεκατεύτους τῶν θεῶν ἱερὰς
ἔχοντα κοιλίας.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.