previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Ἀλλαντοπώλης

335καὶ μὴν ἀκούσαθ᾽ οἷός ἐστιν οὑτοσὶ πολίτης.

Κλέων

οὐκ αὖ μ᾽ ἐάσεις;

Ἀλλαντοπώλης
μὰ Δί᾽ ἐπεὶ κἀγὼ πονηρός εἰμι.

Χορός

ἐὰν δὲ μὴ ταύτῃ γ᾽ ὑπείκῃ, λέγ᾽ ὅτι κἀκ πονηρῶν.

Κλέων

οὐκ αὖ μ᾽ ἐάσεις;

Ἀλλαντοπώλης
μὰ Δία.

Κλέων
ναὶ μὰ Δία.

Ἀλλαντοπώλης
μὰ τὸν Ποσειδῶ.
ἀλλ᾽ αὐτὸ περὶ τοῦ πρότερος εἰπεῖν πρῶτα διαμαχοῦμαι.

Κλέων

340οἴμοι διαρραγήσομαι.

Ἀλλαντοπώλης
καὶ μὴν ἐγὼ οὐ παρήσω.

Χορός

πάρες πάρες πρὸς τῶν θεῶν αὐτῷ διαρραγῆναι.

Κλέων

τῷ καὶ πεποιθὼς ἀξιοῖς ἐμοῦ λέγειν ἔναντα;

Ἀλλαντοπώλης

ὁτιὴ λέγειν οἷός τε κἀγὼ καὶ καρυκοποιεῖν.

Κλέων

ἰδοὺ λέγειν. καλῶς γ᾽ ἂν οὖν σὺ πρᾶγμα προσπεσόν σοι
345ὠμοσπάρακτον παραλαβὼν μεταχειρίσαιο χρηστῶς.
ἀλλ᾽ οἶσθ᾽ ὅπερ πεπονθέναι δοκεῖς; ὅπερ τὸ πλῆθος.
εἴ που δικίδιον εἶπας εὖ κατὰ ξένου μετοίκου,
τὴν νύκτα θρυλῶν καὶ λαλῶν ἐν ταῖς ὁδοῖς σεαυτῷ,
ὕδωρ τε πίνων κἀπιδεικνὺς τοὺς φίλους τ᾽ ἀνιῶν,
350ᾤου δυνατὸς εἶναι λέγειν. μῶρε τῆς ἀνοίας.

Ἀλλαντοπώλης

τί δαὶ σὺ πίνων τὴν πόλιν πεποίηκας, ὥστε νυνὶ
ὑπὸ σοῦ μονωτάτου κατεγλωττισμένην σιωπᾶν;

Κλέων

ἐμοὶ γὰρ ἀντέθηκας ἀνθρώπων τίν᾽; ὅστις εὐθὺς
θύννεια θερμὰ καταφαγών, κᾆτ᾽ ἐπιπιὼν ἀκράτου
355οἴνου χοᾶ κασαλβάσω τοὺς ἐν Πύλῳ στρατηγούς.

Ἀλλαντοπώλης

ἐγὼ δέ γ᾽ ἤνυστρον βοὸς καὶ κοιλίαν ὑείαν
καταβροχθίσας κᾆτ᾽ ἐπιπιὼν τὸν ζωμὸν ἀναπόνιπτος
λαρυγγιῶ τοὺς ῥήτορας καὶ Νικίαν ταράξω.

Χορός

τὰ μὲν ἄλλα μ᾽ ἤρεσας λέγων:. ἓν δ᾽ οὐ προσίεταί με,
360τῶν πραγμάτων ὁτιὴ μόνος τὸν ζωμὸν ἐκροφήσει.

Κλέων

ἀλλ᾽ οὐ λάβρακας καταφαγὼν Μιλησίους κλονήσεις.

Ἀλλαντοπώλης

ἀλλὰ σχελίδας ἐδηδοκὼς ὠνήσομαι μέταλλα.

Κλέων

ἐγὼ δ᾽ ἐπεσπηδῶν γε τὴν βουλὴν βίᾳ κυκήσω.

Ἀλλαντοπώλης

ἐγὼ δὲ κινήσω γέ σου τὸν πρωκτὸν ἀντὶ φύσκης.

Κλέων

365ἐγὼ δέ γ᾽ ἐξέλξω σε τῆς πυγῆς θύραζε κύβδα.

Χορός

νὴ τὸν Ποσειδῶ κἀμέ τἄρ᾽, ἤνπερ γε τοῦτον ἕλκῃς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: