previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Δημοσθένης

40λέγοιμ᾽ ἂν ἤδη. νῷν γάρ ἐστι δεσπότης
ἄγροικος ὀργὴν κυαμοτρὼξ ἀκράχολος,
Δῆμος πυκνίτης, δύσκολον γερόντιον
ὑπόκωφον. οὗτος τῇ προτέρᾳ νουμηνίᾳ
ἐπρίατο δοῦλον, βυρσοδέψην Παφλαγόνα,
45πανουργότατον καὶ διαβολώτατόν τινα.
οὗτος καταγνοὺς τοῦ γέροντος τοὺς τρόπους,
βυρσοπαφλαγών, ὑποπεσὼν τὸν δεσπότην
ᾔκαλλ᾽ ἐθώπευ᾽ ἐκολάκευ᾽ ἐξηπάτα
κοσκυλματίοις ἄκροισι τοιαυτὶ λέγων:
50 Δῆμε λοῦσαι πρῶτον ἐκδικάσας μίαν,
ἐνθοῦ ῥόφησον ἔντραγ᾽ ἔχε τριώβολον.
βούλει παραθῶ σοι δόρπον; εἶτ᾽ ἀναρπάσας
τι ἄν τις ἡμῶν σκευάσῃ, τῷ δεσπότῃ
Παφλαγὼν κεχάρισται τοῦτο. καὶ πρώην γ᾽ ἐμοῦ
55μᾶζαν μεμαχότος ἐν Πύλῳ Λακωνικήν,
πανουργότατά πως περιδραμὼν ὑφαρπάσας
αὐτὸς παρέθηκε τὴν ὑπ᾽ ἐμοῦ μεμαγμένην,
ἡμᾶς δ᾽ ἀπελαύνει κοὐκ ἐᾷ τὸν δεσπότην
ἄλλον θεραπεύειν, ἀλλὰ βυρσίνην ἔχων
60δειπνοῦντος ἑστὼς ἀποσοβεῖ τοὺς ῥήτορας.
ᾁδει δὲ χρησμούς: δὲ γέρων σιβυλλιᾷ.
δ᾽ αὐτὸν ὡς ὁρᾷ μεμακκοακότα,
τέχνην πεποίηται. τοὺς γὰρ ἔνδον ἄντικρυς
ψευδῆ διαβάλλει: κᾆτα μαστιγούμεθα
65ἡμεῖς: Παφλαγὼν δὲ περιθέων τοὺς οἰκέτας
αἰτεῖ ταράττει δωροδοκεῖ λέγων τάδε:
ὁρᾶτε τὸν Ὕλαν δι᾽ ἐμὲ μαστιγούμενον;
εἰ μή μ᾽ ἀναπείσετ᾽, ἀποθανεῖσθε τήμερον.’
ἡμεῖς δὲ δίδομεν: εἰ δὲ μή, πατούμενοι
70ὑπὸ τοῦ γέροντος ὀκταπλάσιον χέζομεν.
νῦν οὖν ἀνύσαντε φροντίσωμεν ὦγαθέ,
ποίαν ὁδὸν νὼ τρεπτέον καὶ πρὸς τίνα.

Νικίας

κράτιστ᾽ ἐκείνην τὴν μόλωμεν ὦγαθέ.

Δημοσθένης

ἀλλ᾽ οὐχ οἷόν τε τὸν Παφλαγόν᾽ οὐδὲν λαθεῖν:
75ἐφορᾷ γὰρ οὗτος πάντ᾽. ἔχει γὰρ τὸ σκέλος
τὸ μὲν ἐν Πύλῳ, τὸ δ᾽ ἓτερον ἐν τἠκκλησίᾳ.
τοσόνδε δ᾽ αὐτοῦ βῆμα διαβεβηκότος
πρωκτός ἐστιν αὐτόχρημ᾽ ἐν Χάοσιν,
τὼ χεῖρ᾽ ἐν Αἰτωλοῖς, νοῦς δ᾽ ἐν Κλωπιδῶν.

Νικίας

80κράτιστον οὖν νῷν ἀποθανεῖν.

Δημοσθένης
ἀλλὰ σκόπει,
ὅπως ἂν ἀποθάνοιμεν ἀνδρικώτατα.

Νικίας

πῶς δῆτα πῶς γένοιτ᾽ ἂν ἀνδρικώτατα;
βέλτιστον ἡμῖν αἷμα ταύρειον πιεῖν.
Θεμιστοκλέους γὰρ θάνατος αἱρετώτερος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
  • Commentary references to this page (1):
    • James Adam, The Republic of Plato, 6.488A
  • Cross-references in general dictionaries to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: