previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Κλέων

ταυτὶ μὰ τὴν Δήμητρά μ᾽ οὐκ ἐλάνθανεν
τεκταινόμενα τὰ πράγματ᾽, ἀλλ᾽ ἠπιστάμην
γομφούμεν᾽ αὐτὰ πάντα καὶ κολλώμενα.

Χορός

οἴμοι σὺ δ᾽ οὐδὲν ἐξ ἁμαξουργοῦ λέγεις;

Ἀλλαντοπώλης

465οὔκουν μ᾽ ἐν Ἄργει γ᾽ οἷα πράττεις λανθάνει.
πρόφασιν μὲν Ἀργείους φίλους ἡμῖν ποιεῖ,
ἰδίᾳ δ᾽ ἐκεῖ Λακεδαιμονίοις ξυγγίγνεται.
καὶ ταῦτ᾽ ἐφ᾽ οἷσίν ἐστι συμφυσώμενα
ἐγᾦδ᾽: ἐπὶ γὰρ τοῖς δεδεμένοις χαλκεύεται.

Χορός

470εὖ γ᾽ εὖ γε, χάλκεὐ ἀντὶ τῶν κολλωμένων.

Ἀλλαντοπώλης

καὶ ξυγκροτοῦσιν ἄνδρες αὔτ᾽ ἐκεῖθεν αὖ,
καὶ ταῦτά μ᾽ οὔτ᾽ ἀργύριον οὔτε χρυσίον
διδοὺς ἀναπείσεις οὔτε προσπέμπων φίλους,
ὅπως ἐγὼ ταῦτ᾽ οὐκ Ἀθηναίοις φράσω.

Κλέων

475ἐγὼ μὲν οὖν αὐτίκα μάλ᾽ ἐς βουλὴν ἰὼν
ὑμῶν ἁπάντων τὰς ξυνωμοσίας ἐρῶ,
καὶ τὰς ξυνόδους τὰς νυκτερινὰς τὰς ἐν πόλει,
καὶ πάνθ᾽ Μήδοις καὶ βασιλεῖ ξυνόμνυτε,
καὶ τἀκ Βοιωτῶν ταῦτα συντυρούμενα.

Ἀλλαντοπώλης

480πῶς οὖν τυρὸς ἐν Βοιωτοῖς ὤνιος;

Κλέων

ἐγώ σε νὴ τὸν Ἡρακλέα παραστορῶ.

Χορός

ἄγε δὴ σὺ τίνα νοῦν τίνα ψυχὴν ἔχεις;
νυνί γε δείξεις, εἴπερ ἀπεκρύψω τότε
ἐς τὼ κοχώνα τὸ κρέας, ὡς αὐτὸς λέγεις:
485θεύσει γὰρ ᾁξας ἐς τὸ βουλευτήριον,
ὡς οὗτος ἐσπεσὼν ἐκεῖσε διαβαλεῖ
ἡμᾶς ἅπαντας καὶ κράγον κεκράξεται.

Ἀλλαντοπώλης

ἀλλ᾽ εἶμι: πρῶτον δ᾽ ὡς ἔχω τὰς κοιλίας
καὶ τὰς μαχαίρας ἐνθαδὶ καταθήσομαι.

Δημοσθένης

490ἔχε νυν, ἄλειψον τὸν τράχηλον τουτῳί,
ἵν᾽ ἐξολισθάνειν δύνῃ τὰς διαβολάς.

Ἀλλαντοπώλης

ἀλλ᾽ εὖ λέγεις καὶ παιδοτριβικῶς ταυταγί.

Δημοσθένης

ἔχε νυν, ἐπέγκαψον λαβὼν ταδί.

Ἀλλαντοπώλης
τί δαί;

Δημοσθένης

ἵν᾽ ἄμεινον τᾶν ἐσκοροδισμένος μάχῃ.
495καὶ σπεῦδε ταχέως.

Ἀλλαντοπώλης
ταῦτα δρῶ.

Δημοσθένης
μέμνησό νυν
δάκνειν διαβάλλειν, τοὺς λόφους κατεσθίειν,
χὤπως τὰ κάλλαἰ ἀποφαγὼν ἥξεις πάλιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references to this page (1):
    • Raphael Kühner, Bernhard Gerth, Ausführliche Grammatik der griechischen Sprache, KG 3.6.1
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: