previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Ἀλλαντοπώλης

καὶ μὴν ἀκοῦσαί γ᾽ ἄξιον τῶν πραγμάτων.
625εὐθὺς γὰρ αὐτοῦ κατόπιν ἐνθένδ᾽ ἱέμην:
δ᾽ ἄρ᾽ ἔνδον ἐλασίβροντ᾽ ἀναρρηγνὺς ἔπη
τερατευόμενος ἤρειδε κατὰ τῶν ἱππέων,
κρημνοὺςἐρείδωνκαὶ ξυνωμότας λέγων
πιθανώταθ᾽: βουλὴ δ᾽ ἅπασ᾽ ἀκροωμένη
630ἐγένεθ᾽ ὑπ᾽ αὐτοῦ ψευδατραφάξυος πλέα,
κἄβλεψε νᾶπυ καὶ τὰ μέτωπ᾽ ἀνέσπασεν.
κἄγωγ᾽ ὅτε δὴ γ᾽νων ἐνδεχομένην τοὺς λόγους
καὶ τοῖς φενακισμοῖσιν ἐξαπατωμένην,
ἄγε δὴ Σκίταλοι καὶ Φένακες,’ ἦν δ᾽ ἐγώ,
635Βερέσχεθοί τε καὶ Κόβαλοι καὶ Μόθων,
ἀγορά τ᾽ ἐν παῖς ὢν ἐπαιδεύθην ἐγώ,
νῦν μοι φράσος καὶ γλῶτταν εὔπορον δότε
φωνήν τ᾽ ἀναιδῆ.’ ταῦτα φροντίζοντί μοι
ἐκ δεξιᾶς ἀπέπαρδε καταπύγων ἀνήρ.
640κἀγὼ προσέκυσα: κᾆτα τῷ πρωκτῷ θενὼν
τὴν κιγκλίδ᾽ ἐξήραξα κἀναχανὼν μέγα
ἀνέκραγον: ‘ βουλὴ λόγους ἀγαθοὺς φέρων
εὐαγγελίσασθαι πρῶτον ὑμῖν βούλομαι:
ἐξ οὗ γὰρ ἡμῖν πόλεμος κατερράγη,
645οὐπώποτ᾽ ἀφύας εἶδον ἀξιωτέρας.’
τῶν δ᾽ εὐθέως τὰ πρόσωπα διεγαλήνισεν:
εἶτ᾽ ἐστεφάνουν μ᾽ εὐαγγέλια: κἀγὼ φρασα
αὐτοῖς ἀπόρρητον ποιησάμενος ταχύ,
ἵνα τὰς ἀφύας ὠνοῖντο πολλὰς τοὐβολοῦ,
650τῶν δημιουργῶν ξυλλαβεῖν τὰ τρύβλια.
οἱ δ᾽ ἀνεκρότησαν καὶ πρὸς ἔμ᾽ ἐκεχήνεσαν.
δ᾽ ὑπονοήσας Παφλαγών, εἰδὼς ἄρα
οἶς ἥδεθ᾽ βουλὴ μάλιστα ῥήμασιν,
γνώμην ἔλεξεν: ‘ἄνδρες, ἤδη μοι δοκεῖ
655ἐπὶ συμφοραῖς ἀγαθαῖσιν εἰσηγγελμέναις
εὐαγγέλια θύειν ἑκατὸν βοῦς τῇ θεῷ.’
ἐπένευσεν εἰς ἐκεῖνον βουλὴ πάλιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: