previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



κἄγωγ᾽ ὅτε δὴ γ᾽νων τοῖς βολίτοις ἡττημένος,
διακοσίαισι βουσὶν ὑπερηκόντισα,
660τῇ δ᾽ Ἀγροτέρᾳ κατὰ χιλιῶν παρῄνεσα
εὐχὴν ποιήσασθαι χιμάρων εἰς αὔριον,
αἱ τριχίδες εἰ γενοίαθ᾽ ἑκατὸν τοὐβολοῦ.
ἐκαραδόκησεν εἰς ἔμ᾽ βουλὴ πάλιν.
δὲ ταῦτ᾽ ἀκούσας ἐκπλαγεὶς ἐφληνάφα.
665κᾆθ᾽ εἷλκον αὐτὸν οἱ πρυτάνεις χοἰ τοξόται.
οἱ δ᾽ ἐθορύβουν περὶ τῶν ἀφύων ἑστηκότες:
δ᾽ ἠντεβόλει γ᾽ αὐτοὺς ὀλίγον μεῖναι χρόνον,
ἵν᾽ ἅτθ᾽ κῆρυξ οὑκ Λακεδαίμονος λέγει
πύθησθ᾽, ἀφῖκται γὰρ περὶ σπονδῶν,’ λέγων.
670οἱ δ᾽ ἐξ ἑνὸς στόματος ἅπαντες ἀνέκραγον:
νυνὶ περὶ σπονδῶν; ἐπειδή γ᾽ μέλε
ᾔσθοντο τὰς ἀφύας παρ᾽ ἡμῖν ἀξίας.
οὐ δεόμεθα σπονδῶν: πόλεμος ἑρπέτω.’
ἐκεκράγεσάν τε τοὺς πρυτάνεις ἀφιέναι:
675εἶθ᾽ ὑπερεπήδων τοὺς δρυφάκτους πανταχῇ.
ἐγὼ δὲ τὰ κορίανν᾽ ἐπριάμην ὑποδραμὼν
ἅπαντα τά τε γήτεἰ ὅσ᾽ ἦν ἐν τἀγορᾷ:
ἔπειτα ταῖς ἀφύαις ἐδίδουν ἡδύσματα
ἀποροῦσιν αὐτοῖς προῖκα κἀχαριζόμην.
680οἱ δ᾽ ὑπερεπῄνουν ὑπερεπύππαζόν τέ με
ἅπαντες οὕτως ὥστε τὴν βουλὴν ὅλην
ὀβολοῦ κοριάννοις ἀναλαβὼν ἐλήλυθα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: