previous

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Δῆμος

1390 Ζεῦ πολυτίμηθ᾽ ὡς καλαί: πρὸς τῶν θεῶν,
ἔξεστιν αὐτῶν κατατριακοντουτίσαι;
πῶς ἔλαβες αὐτὰς ἐτέον;

Ἀλλαντοπώλης
οὐ γὰρ Παφλαγὼν
ἀπέκρυπτε ταύτας ἔνδον, ἵνα σὺ μὴ λάβῃς;
νῦν οὖν ἐγώ σοι παραδίδωμ᾽ ἐς τοὺς ἀγροὺς
1395αὐτὰς ἰέναι λαβόντα.

Δῆμος
τὸν δὲ Παφλαγόνα,
ὃς ταῦτ᾽ ἔδρασεν, εἴφ᾽ τι ποιήσεις κακόν.

Ἀλλαντοπώλης

οὐδὲν μέγ᾽ ἀλλ᾽ τὴν ἐμὴν ἕξει τέχνην:
ἐπὶ ταῖς πύλαις ἀλλαντοπωλήσει μόνος,
τὰ κύνεια μιγνὺς τοῖς ὀνείοις πράγμασιν,
1400μεθύων τε ταῖς πόρναισι λοιδορήσεται,
κἀκ τῶν βαλανείων πίεται τὸ λούτριον.

Δῆμος

εὖ γ᾽ ἐπενόησας οὗπέρ ἐστιν ἄξιος,
πόρναισι καὶ βαλανεῦσι διακεκραγέναι,
καί σ᾽ ἀντὶ τούτων ἐς τὸ πρυτανεῖον καλῶ
1405ἐς τὴν ἕδραν θ᾽, ἵν᾽ ἐκεῖνος ἦν φαρμακός.
ἕπου δὲ ταυτηνὶ λαβὼν τὴν βατραχίδα:
κἀκεῖνον ἐκφερέτω τις ὡς ἐπὶ τὴν τέχνην,
ἵν᾽ ἴδωσιν αὐτὸν οἷς ἐλωβᾶθ᾽ οἱ ξένοι.
*

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: