previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Κλέων

οἴμοι τάλας οἵοις πιθηκισμοῖς με περιελαύνεις.

Ἀλλαντοπώλης

οὔκ, ἀλλ᾽ ὅπερ πίνων ἀνὴρ πέπονθ᾽ ὅταν χεσείῃ,
τοῖσιν τρόποις τοῖς σοῖσιν ὥσπερ βλαυτίοισι χρῶμαι.

Κλέων

890ἀλλ᾽ οὐχ ὑπερβαλεῖ με θωπείαις: ἐγὼ γὰρ αὐτὸν
προσαμφιῶ τοδί: σὺ δ᾽ οἴμωζ᾽ πόνηρ᾽.

Δῆμος
ἰαιβοῖ.
οὐκ ἐς κόρακας ἀποφθερεῖ βύρσης κάκιστον ὄζων;

Ἀλλαντοπώλης

καὶ τοῦτό γ᾽ ἐπίτηδές σε περιήμπεσχ᾽, ἵνα σ᾽ ἀποπνίξῃ:
καὶ πρότερον ἐπεβούλευσέ σοι. τὸν καυλὸν οἶσθ᾽ ἐκεῖνον
895τοῦ σιλφίου τὸν ἄξιον γενόμενον;

Δῆμος
οἶδα μέντοι.

Ἀλλαντοπώλης

ἐπίτηδες οὗτος αὐτὸν ἔσπευδ᾽ ἄξιον γενέσθαι,
ἵν᾽ ἐσθίοιτ᾽ ὠνούμενοι, κἄπειτ᾽ ἐν ἡλιαίᾳ
βδέοντες ἀλλήλους ἀποκτείνειαν οἱ δικασταί.

Δῆμος

νὴ τὸν Ποσειδῶ καὶ πρὸς ἐμὲ τοῦτ᾽ εἶπ᾽ ἀνὴρ Κόπρειος.

Ἀλλαντοπώλης

900οὐ γὰρ τόθ᾽ ὑμεῖς βδεόμενοι δήπου 'γένεσθε πυρροί;

Δῆμος

καὶ νὴ Δί᾽ ἦν γε τοῦτο Πυρράνδρου τὸ μηχάνημα.

Κλέων

οἵοισί μ᾽ πανοῦργε βωμολοχεύμασιν ταράττεις.

Ἀλλαντοπώλης

γὰρ θεός μ᾽ ἐκέλευσε νικῆσαί σ᾽ ἀλαζονείαις.

Κλέων

ἀλλ᾽ οὐχὶ νικήσεις. ἐγὼ γάρ φημί σοι παρέξειν
905 Δῆμε μηδὲν δρῶντι μισθοῦ τρύβλιον ῥοφῆσαι.

Ἀλλαντοπώλης

ἐγὼ δὲ κυλίχνιόν γέ σοι καὶ φάρμακον δίδωμι
τἀν τοῖσιν ἀντικνημίοις ἑλκύδρια περιαλείφειν.

Κλέων

ἐγὼ δὲ τὰς πολιάς γέ σοὐκλέγων νέον ποιήσω.

Ἀλλαντοπώλης

ἰδοὺ δέχου κέρκον λαγῶ τὠφθαλμιδίω περιψῆν.

Κλέων

910ἀπομυξάμενος Δῆμέ μου πρὸς τὴν κεφαλὴν ἀποψῶ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: