previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Δῆμος

κἀμοὶ δοκεῖ: καὶ τἄλλα γ᾽ εἶναι καταφανῶς
ἀγαθὸς πολίτης, οἶος οὐδείς πω χρόνου
945ἀνὴρ γεγένηται τοῖσι πολλοῖς τοὐβολοῦ.
σὺ δ᾽ Παφλαγὼν φάσκων φιλεῖν μ᾽ ἐσκορόδισας.
καὶ νῦν ἀπόδος τὸν δακτύλιον, ὡς οὐκέτι
ἐμοὶ ταμιεύσεις.

Κλέων
ἔχε: τοσοῦτον δ᾽ ἴσθ᾽ ὅτι,
εἰ μή μ᾽ ἐάσεις ἐπιτροπεύειν, ἕτερος αὖ
950ἐμοῦ πανουργότερός τις ἀναφανήσεται.

Δῆμος

οὐκ ἔσθ᾽ ὅπως δακτύλιός ἐσθ᾽ οὑτοσὶ
οὑμός: τὸ γοῦν σημεῖον ἕτερον φαίνεται,
ἀλλ᾽ οὐ καθορῶ.

Ἀλλαντοπώλης
φέρ᾽ ἴδω τί σοι σημεῖον ἦν;

Δῆμος

δημοῦ βοείου θρῖον ἐξωπτημένον.

Ἀλλαντοπώλης

955οὐ τοῦτ᾽ ἔνεστιν.

Δῆμος
οὐ τὸ θρῖον; ἀλλὰ τί;

Ἀλλαντοπώλης

λάρος κεχηνὼς ἐπὶ πέτρας δημηγορῶν.

Δῆμος

αἰβοῖ τάλας.

Ἀλλαντοπώλης
τί ἔστιν;

Δῆμος
ἀπόφερ᾽ ἐκποδών.
οὐ τὸν ἐμὸν εἶχεν ἀλλὰ τὸν Κλεωνύμου.
παρ᾽ ἐμοῦ δὲ τουτονὶ λαβὼν ταμίευέ μοι.

Κλέων

960μὴ δῆτά πώ γ᾽ δέσποτ᾽, ἀντιβολῶ σ᾽ ἐγώ,
πρὶν ἄν γε τῶν χρησμῶν ἀκούσῃς τῶν ἐμῶν.

Ἀλλαντοπώλης

καὶ τῶν ἐμῶν νυν.

Κλέων
ἀλλ᾽ ἐὰν τούτῳ πίθῃ,
μολγὸν γενέσθαι δεῖ σε.

Ἀλλαντοπώλης
κἄν γε τουτῳί,
ψωλὸν γενέσθαι δεῖ σε μέχρι τοῦ μυρρίνου.

Κλέων

965ἀλλ᾽ οἵ γ᾽ ἐμοὶ λέγουσιν ὡς ἄρξαι σε δεῖ
χώρας ἁπάσης ἐστεφανωμένον ῥόδοις.

Ἀλλαντοπώλης

οὑμοὶ δέ γ᾽ αὖ λέγουσιν ὡς ἁλουργίδα
ἔχων κατάπαστον καὶ στεφάνην ἐφ᾽ ἅρματος
χρυσοῦ διώξει Σμικύθην καὶ κύριον.

Χορός

970καὶ μὴν ἔνεγκ᾽ αὐτοὺς ἰών, ἵν᾽ οὑτοσὶ
αὐτῶν ἀκούσῃ.

Δῆμος
πάνυ γε. καὶ σύ νυν φέρε.

Κλέων

ἰδού.

Ἀλλαντοπώλης
ἰδοὺ νὴ τὸν Δί᾽: οὐδὲν κωλύει.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: