previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Δημοσθένης

85μὰ Δί᾽ ἀλλ᾽ ἄκρατον οἶνον ἀγαθοῦ δαίμονος.
ἴσως γὰρ ἂν χρηστόν τι βουλευσαίμεθα.

Νικίας

ἰδού γ᾽ ἄκρατον. περὶ πότου γοῦν ἐστί σοι;
πῶς δ᾽ ἂν μεθύων χρηστόν τι βουλεύσαιτ᾽ ἀνήρ;

Δημοσθένης

ἄληθες οὗτος; κρουνοχυτρολήραιον εἶ.
90οἶνον σὺ τολμᾷς εἰς ἐπίνοιαν λοιδορεῖν;
οἴνου γὰρ εὕροις ἄν τι πρακτικώτερον;
ὁρᾷς, ὅταν πίνωσιν ἄνθρωποι τότε
πλουτοῦσι διαπράττουσι νικῶσιν δίκας
εὐδαιμονοῦσιν ὠφελοῦσι τοὺς φίλους.
95ἀλλ᾽ ἐξένεγκέ μοι ταχέως οἴνου χοᾶ,
τὸν νοῦν ἵν᾽ ἄρδω καὶ λέγω τι δεξιόν.

Νικίας

οἴμοι τί ποθ᾽ ἡμᾶς ἐργάσει τῷ σῷ πότῳ;

Δημοσθένης

ἀγάθ᾽: ἀλλ᾽ ἔνεγκ᾽: ἐγὼ δὲ κατακλινήσομαι.
ἢν γὰρ μεθυσθῶ, πάντα ταυτὶ καταπάσω
100βουλευματίων καὶ γνωμιδίων καὶ νοιδίων.

Νικίας

ὡς εὐτυχῶς ὅτι οὐκ ἐλήφθην ἔνδοθεν
κλέπτων τὸν οἶνον.

Δημοσθένης
εἰπέ μοι Παφλαγὼν τί δρᾷ;

Νικίας

ἐπίπαστα λείξας δημιόπραθ᾽ βάσκανος
ῥέγκει μεθύων ἐν ταῖσι βύρσαις ὕπτιος.

Δημοσθένης

105ἴθι νυν ἄκρατον ἐγκάναξόν μοι πολὺν
σπονδήν.

Νικίας
λαβὲ δὴ καὶ σπεῖσον ἀγαθοῦ δαίμονος.

Δημοσθένης

ἕλχ᾽ ἕλκε τὴν τοῦ δαίμονος τοῦ Πραμνίου.
δαῖμον ἀγαθὲ σὸν τὸ βούλευμ᾽, οὐκ ἐμόν.

Νικίας

εἴπ᾽, ἀντιβολῶ, τί ἔστι;

Δημοσθένης
τοὺς χρησμοὺς ταχὺ
110κλέψας ἔνεγκε τοῦ Παφλαγόνος ἔνδοθεν,
ἕως καθεύδει.

Νικίας
ταῦτ᾽. ἀτὰρ τοῦ δαίμονος
δέδοιχ᾽ ὅπως μὴ τεύξομαι κακοδαίμονος.

Δημοσθένης

φέρε νυν ἐγὼ μ᾽ αὐτῷ προσαγάγω τὸν χοᾶ.
τὸν νοῦν ἵν᾽ ἄρδω καὶ λέγω τι δεξιόν.

Νικίας

115ὡς μεγάλ᾽ Παφλαγὼν πέρδεται καὶ ῥέγκεται,
ὥστ᾽ ἔλαθον αὐτὸν τὸν ἱερὸν χρησμὸν λαβών,
ὅνπερ μάλιστ᾽ ἐφύλαττεν.

Δημοσθένης
σοφώτατε.
φέρ᾽ αὐτὸν ἵν᾽ ἀναγνῶ: σὺ δ᾽ ἔγχεον πιεῖν
ἀνύσας τι. φέρ᾽ ἴδω τί ἄρ᾽ ἔνεστιν αὐτόθι.
120 λόγια. δός μοι δὸς τὸ ποτήριον ταχύ.

Νικίας

ἰδού. τί φησ᾽ χρησμός;

Δημοσθένης
ἑτέραν ἔγχεον.

Νικίας

ἐν τοῖς λογίοις ἔνεστινἑτέραν ἔγχεον;’

Δημοσθένης

Βάκι.

Νικίας
τί ἔστι;

Δημοσθένης
δὸς τὸ ποτήριον ταχύ.

Νικίας

πολλῷ γ᾽ Βάκις ἐχρῆτο τῷ ποτηρίῳ.

Δημοσθένης

125 μιαρὲ Παφλαγὼν ταῦτ᾽ ἄρ᾽ ἐφυλάττου πάλαι,
τὸν περὶ σεαυτοῦ χρησμὸν ὀρρωδῶν;

Νικίας
τιή;

Δημοσθένης

ἐνταῦθ᾽ ἔνεστιν, αὐτὸς ὡς ἀπόλλυται.

Νικίας

καὶ πῶς;

Δημοσθένης
ὅπως; χρησμὸς ἄντικρυς λέγει
ὡς πρῶτα μὲν στυππειοπώλης γίγνεται,
130ὃς πρῶτος ἕξει τῆς πόλεως τὰ πράγματα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
  • Cross-references to this page (2):
    • Raphael Kühner, Bernhard Gerth, Ausführliche Grammatik der griechischen Sprache, KG 1.3.1
    • Raphael Kühner, Bernhard Gerth, Ausführliche Grammatik der griechischen Sprache, KG 1.4.2
  • Cross-references in general dictionaries to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: