previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Φιλοκλέων

κλέπτης μὲν οὖν οὗτός γε καὶ ξυνωμότης.

Βδελυκλέων

μὰ Δί᾽ ἀλλ᾽ ἄριστός ἐστι τῶν νυνὶ κυνῶν
955οἷός τε πολλοῖς προβατίοις ἐφεστάναι.

Φιλοκλέων

τί οὖν ὄφελος, τὸν τυρὸν εἰ κατεσθίει;

Βδελυκλέων

τι; σοῦ προμάχεται καὶ φυλάττει τὴν θύραν
καὶ τἄλλ᾽ ἄριστός ἐστιν: εἰ δ᾽ ὑφείλετο,
ξύγγνωθι. κιθαρίζειν γὰρ οὐκ ἐπίσταται.

Φιλοκλέων

960ἐγὼ δ᾽ ἐβουλόμην ἂν οὐδὲ γράμματα,
ἵνα μὴ κακουργῶν ἐνέγραφ᾽ ἡμῖν τὸν λόγον.

Βδελυκλέων

ἄκουσον δαιμόνιέ μου τῶν μαρτύρων.
ἀνάβηθι τυρόκνηστι καὶ λέξον μέγα:
σὺ γὰρ ταμιεύουσ᾽ ἔτυχες. ἀπόκριναι σαφῶς,
965εἰ μὴ κατέκνησας τοῖς στρατιώταις ἅλαβες.
φησὶ κατακνῆσαι.

Φιλοκλέων
νὴ Δί᾽ ἀλλὰ ψεύδεται.

Βδελυκλέων

δαιμόνι᾽ ἐλέει ταλαιπωρουμένους.
οὗτος γὰρ Λάβης καὶ τραχήλι᾽ ἐσθίει
καὶ τὰς ἀκάνθας, κοὐδέποτ᾽ ἐν ταὐτῷ μένει.
970 δ᾽ ἕτερος οἷός ἐστιν οἰκουρὸς μόνον.
αὐτοῦ μένων γὰρ ἅττ᾽ ἂν εἴσω τις φέρῃ
τούτων μεταιτεῖ τὸ μέρος: εἰ δὲ μή, δάκνει.

Φιλοκλέων

αἰβοῖ. τί κακόν ποτ᾽ ἔσθ᾽ ὅτῳ μαλάττομαι;
κακόν τι περιβαίνει με κἀναπείθομαι.

Βδελυκλέων

975ἴθ᾽ ἀντιβολῶ σ᾽: οἰκτίρατ᾽ αὐτὸν πάτερε,
καὶ μὴ διαφθείρητε. ποῦ τὰ παιδία;
ἀναβαίνετ᾽ πόνηρα καὶ κνυζούμενα
αἰτεῖτε κἀντιβολεῖτε καὶ δακρύετε.

Φιλοκλέων

κατάβα κατάβα κατάβα κατάβα.

Βδελυκλέων
καταβήσομαι.
980καίτοι τὸ κατάβα τοῦτο πολλοὺς δὴ πάνυ
ἐξηπάτηκεν. ἀτὰρ ὅμως καταβήσομαι.

Φιλοκλέων

ἐς κόρακας. ὡς οὐκ ἀγαθόν ἐστι τὸ ῥοφεῖν.
ἐγὼ γὰρ ἀπεδάκρυσα νῦν γνώμην ἐμὴν
οὐδέν ποτ᾽ ἀλλ᾽ τῆς φακῆς ἐμπλήμενος.

Βδελυκλέων

985οὔκουν ἀποφεύγει δῆτα;

Φιλοκλέων
χαλεπὸν εἰδέναι.

Βδελυκλέων

ἴθ᾽ πατρίδιον ἐπὶ τὰ βελτίω τρέπου.
τηνδὶ λαβὼν τὴν ψῆφον ἐπὶ τὸν ὕστερον
μύσας παρᾷξον κἀπόλυσον πάτερ.

Φιλοκλέων

οὐ δῆτα: κιθαρίζειν γὰρ οὐκ ἐπίσταμαι.

Βδελυκλέων

990φέρε νύν σε τῃδὶ τὴν ταχίστην περιάγω.

Φιλοκλέων

ὅδ᾽ ἔσθ᾽ πρότερος;

Βδελυκλέων
οὗτος:

Φιλοκλέων
αὕτη 'νταῦθ᾽ ἔνι.

Βδελυκλέων

ἐξηπάτηται κἀπολέλυκεν οὐχ ἑκών.
φέρ᾽ ἐξεράσω.

Φιλοκλέων
πῶς ἄρ᾽ ἠγωνίσμεθα;

Βδελυκλέων

δείξειν ἔοικεν. ἐκπέφευγας Λάβης.
995πάτερ πάτερ τί πέπονθας; οἴμοι: ποῦ 'σθ᾽ ὕδωρ;
ἔπαιρε σαυτόν.

Φιλοκλέων
εἰπέ νυν ἐκεῖνό μοι,
ὄντως ἀπέφυγε;

Βδελυκλέων
νὴ Δί᾽:

Φιλοκλέων
οὐδέν εἰμ᾽ ἄρα.

Βδελυκλέων

μὴ φροντίσῃς δαιμόνι᾽: ἀλλ᾽ ἀνίστασο.

Φιλοκλέων

πῶς οὖν ἐμαυτῷ τοῦτ᾽ ἐγὼ ξυνείσομαι,
1000φεύγοντ᾽ ἀπολύσας ἄνδρα; τί ποτε πείσομαι;
ἀλλ᾽ πολυτίμητοι θεοὶ ξύγγνωτέ μοι:
ἄκων γὰρ αὔτ᾽ ἔδρασα κοὐ τοὐμοῦ τρόπου.

Βδελυκλέων

καὶ μηδὲν ἀγανάκτει γ᾽. ἐγὼ γάρ σ᾽ πάτερ
θρέψω καλῶς, ἄγων μετ᾽ ἐμαυτοῦ πανταχοῖ,
1005ἐπὶ δεῖπνον, ἐς ξυμπόσιον, ἐπὶ θεωρίαν,
ὥσθ᾽ ἡδέως διάγειν σε τὸν λοιπὸν χρόνον:
κοὐκ ἐγχανεῖταί σ᾽ ἐξαπατῶν Ὑπέρβολος.
ἀλλ᾽ εἰσίωμεν.

Φιλοκλέων
ταῦτά νυν, εἴπερ δοκεῖ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
  • Commentary references to this page (1):
    • Walter Leaf, Commentary on the Iliad (1900), 18.128
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: