previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Βδελυκλέων

ἐγὼ εἴσομαι: καὶ δὴ γάρ εἰμ᾽ ἐγὼ Κλέων,
1225ᾁδω δὲ πρῶτος Ἁρμοδίου: δέξαι δὲ σύ.
οὐδεὶς πώποτ᾽ ἀνὴρ ἔγεντ᾽ Ἀθήναις’—

Φιλοκλέων

οὐχ οὕτω γε πανοῦργος οὐδὲ κλέπτης.

Βδελυκλέων

τουτὶ σὺ δράσεις; παραπολεῖ βοώμενος:
φήσει γὰρ ἐξολεῖν σε καὶ διαφθερεῖν
1230καὶ τῆσδε τῆς γῆς ἐξελᾶν.

Φιλοκλέων
ἐγὼ δέ γε,
ἐὰν ἀπειλῇ, νὴ Δί᾽ ἕτερ᾽ ἀντᾴσομαι:

Φιλοκλέων

ὦνθρωφ᾽, οὖτος μαιόμενος τὸ μέγα κράτος,
1235ἀντρέψεις ἔτι τὰν πόλιν: δ᾽ ἔχεται ῥοπᾶς.’

Βδελυκλέων

τί δ᾽ ὅταν Θέωρος πρὸς ποδῶν κατακείμενος
ᾁδῃ Κλέωνος λαβόμενος τῆς δεξιᾶς:

Βδελυκλέων

Ἀδμήτου λόγον ὦταῖρε μαθὼν τοὺς ἀγαθοὺς φίλει.’

Βδελυκλέων

1240τούτῳ τί λέξεις σκόλιον;

Φιλοκλέων
ᾠδικῶς ἐγώ.

Φιλοκλέων

οὐκ ἔστιν ἀλωπεκίζειν,
οὐδ᾽ ἀμφοτέροισι γίγνεσθαι φίλον.’

Βδελυκλέων

μετὰ τοῦτον Αἰσχίνης Σέλλου δέξεται,
ἀυὴρ σοφὸς καὶ μουσικός, κᾆτ᾽ ᾁσεται:


Βδελυκλέων

1245χρήματα καὶ βίαν
Κλειταγόρᾳ τε κἀμοὶ
μετὰ Θετταλῶν’—


Φιλοκλέων

πολλὰ δὴ διεκόμπασας σὺ κἀγώ.

Βδελυκλέων

τουτὶ μὲν ἐπιεικῶς σύ γ᾽ ἐξεπίστασαι:
1250ὅπως δ᾽ ἐπὶ δεῖπνον ἐς Φιλοκτήμονος ἴμεν.
παῖ παῖ, τὸ δεῖπνον Χρυσὲ συσκεύαζε νῷν,
ἵνα καὶ μεθυσθῶμεν διὰ χρόνου.

Φιλοκλέων
μηδαμῶς.
κακὸν τὸ πίνειν: ἀπὸ γὰρ οἴνου γίγνεται
καὶ θυροκοπῆσαι καὶ πατάξαι καὶ βαλεῖν,
1255κἄπειτ᾽ ἀποτίνειν ἀργύριον ἐκ κραιπάλης.

Βδελυκλέων

οὔκ, ἢν ξυνῇς γ᾽ ἀνδράσι καλοῖς τε κἀγαθοῖς.
γὰρ παρῃτήσαντο τὸν πεπονθότα,
λόγον ἔλεξας αὐτὸς ἀστεῖόν τινα,
Αἰσωπικὸν γέλοιον Συβαριτικόν,
1260ὧν ἔμαθες ἐν τῷ συμποσίῳ: κᾆτ᾽ ἐς γέλων
τὸ πρᾶγμ᾽ ἔτρεψας, ὥστ᾽ ἀφείς σ᾽ ἀποιχεται.

Φιλοκλέων

μαθητέον τἄρ᾽ ἐστὶ πολλοὺς τῶν λόγων,
εἴπερ ἀποτείσω μηδέν, ἤν τι δρῶ κακόν.

Βδελυκλέων

ἄγε νυν ἴωμεν: μηδὲν ἡμᾶς ἰσχέτω.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references to this page (1):
    • A Dictionary of Greek and Roman Antiquities (1890), SYMPO´SIUM
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: