previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ξανθίας

ἰὼ χελῶναι μακάριαι τοῦ δέρματος,
καὶ τρὶς μακάριαι τοῦ 'πὶ ταῖς πλευραῖς τέγους.
ὡς εὖ κατηρέψασθε καὶ νουβυστικῶς
1295κεράμῳ τὸ νῶτον ὥστε τὰς πληγὰς στέγειν.
ἐγὼ δ᾽ ἀπόλωλα στιζόμενος βακτηρίᾳ.

Χορός

τί δ᾽ ἔστιν παῖ; παῖδα γάρ, κἂν γέρων,
καλεῖν δίκαιον ὅστις ἂν πληγὰς λάβῃ.

Ξανθίας

οὐ γὰρ γέρων ἀτηρότατον ἄρ᾽ ἦν κακὸν
1300καὶ τῶν ξυνόντων πολὺ παροινικώτατος;
καίτοι παρῆν Ἵππυλλος Ἀντιφῶν Λύκων
Λυσίστρατος Θούφραστος οἱ περὶ Φρύνιχον.
τούτων ἁπάντων ἦν ὑβριστότατος μακρῷ.
εὐθὺς γὰρ ὡς ἐνέπλητο πολλῶν κἀγαθῶν,
1305ἐνήλατ᾽ ἐσκίρτα 'πεπόρδει κατεγέλα
ὥσπερ καχρύων ὀνίδιον εὐωχημένον
κἄτυπτεν ἐμὲ νεανικῶςπαῖ παῖκαλῶν.
εἶτ᾽ αὐτὸν ὡς εἶδ᾽ ᾔκασεν Λυσίστρατος:
ἔοικας πρεσβῦτα νεοπλούτῳ τρυγὶ
1310κλητῆρί τ᾽ εἰς ἀχυρμὸν ἀποδεδρακότι.’
δ᾽ ἀνακραγὼν ἀντῄκασ᾽ αὐτὸν πάρνοπι
τὰ θρῖα τοῦ τρίβωνος ἀποβεβληκότι,
Σθενέλῳ τε τὰ σκευάρια διακεκαρμένῳ.
οἱ δ᾽ ἀνεκρότησαν, πλήν γε Θουφράστου μόνου:
1315οὗτος δὲ διεμύλλαινεν ὡς δὴ δεξιός.
γέρων δὲ τὸν Θούφραστον ἤρετ᾽: 'εἰπέ μοι,
ἐπὶ τῷ κομᾷς καὶ κομψὸς εἶναι προσποιεῖ,
κωμῳδολοιχῶν περὶ τὸν εὖ πράττοντ᾽ ἀεί;
τοιαῦτα περιύβριζεν αὐτοὺς ἐν μέρει,
1320σκώπτων ἀγροίκως καὶ προσέτι λόγους λέγων
ἀμαθέστατ᾽ οὐδὲν εἰκότας τῷ πράγματι.
ἔπειτ᾽ ἐπειδὴ 'μέθυεν, οἴκαδ᾽ ἔρχεται
τύπτων ἅπαντας, ἤν τις αὐτῷ ξυντύχῃ.
ὁδὶ δὲ καὶ δὴ σφαλλόμενος προσέρχεται.
1325ἀλλ᾽ ἐκποδὼν ἄπειμι πρὶν πληγὰς λαβεῖν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: