previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Βδελυκλέων

Ξανθία καὶ Σωσία, καθεύδετε;

Ξανθίας

οἴμοι.

Σωσίας
τί ἔστι;

Ξανθίας
Βδελυκλέων ἀνίσταται.

Βδελυκλέων

οὐ περιδραμεῖται σφῷν ταχέως δεῦρ᾽ ἅτερος;
γὰρ πατὴρ ἐς τὸν ἰπνὸν εἰσελήλυθε
140καὶ μυσπολεῖ τι καταδεδυκώς. ἀλλ᾽ ἄθρει
κατὰ τῆς πυέλου τὸ τρῆμ᾽ ὅπως μὴ 'κδύσεται:
σὺ δὲ τῇ θύρᾳ πρόσκεισο.

Σωσίας
ταῦτ᾽ δέσποτα.

Βδελυκλέων

ἄναξ Πόσειδον τί ποτ᾽ ἄρ᾽ κάπνη ψοφεῖ;
οὗτος τίς εἶ σύ;

Φιλοκλέων
καπνὸς ἔγωγ᾽ ἐξέρχομαι.

Βδελυκλέων

145καπνός; φέρ᾽ ἴδω ξύλου τίνος σύ.

Φιλοκλέων
συκίνου.

Βδελυκλέων

νὴ τὸν Δί᾽ ὅσπερ γ᾽ ἐστὶ δριμύτατος καπνῶν.
ἀτὰρ οὐκέτ᾽ ἐρρήσεις γε, ποῦ 'σθ᾽ τηλία;
δύου πάλιν: φέρ᾽ ἐπαναθῶ σοι καὶ ξύλον.
ἐνταῦθά νυν ζήτει τιν᾽ ἀλλην μηχανήν.
150ἀτὰρ ἄθλιός γ᾽ εἴιμ᾽ ὡς ἕτερός γ᾽ οὐδεὶς ἀνήρ,
ὅστις πατρὸς νυνὶ Καπνίου κεκλήσομαι.

Σωσίας

ὅδε τὴν θύραν ὠθεῖ:

Βδελυκλέων
πιέζέ νυν σφόδρα,
εὖ κἀνδρικῶς: κἀγὼ γὰρ ἐνταῦθ᾽ ἔρχομαι.
καὶ τῆς κατακλῇδος ἐπιμελοῦ, καὶ τοῦ μοχλοῦ
155φύλατθ᾽ ὅπως μὴ τὴν βάλανον ἐκτρώξεται.

Φιλοκλέων

τί δράσετ᾽; οὐκ ἐκφρήσετ᾽ μιαρώτατοι
δικάσοντά μ᾽, ἀλλ᾽ ἐκφεύξεται Δρακοντίδης;

Βδελυκλέων

σὺ δὲ τοῦτο βαρέως ἂν φέροις;

Φιλοκλέων
γὰρ θεὸς
μαντευομένῳ μοὔχρησεν ἐν Δελφοῖς ποτέ,
160ὅταν τις ἐκφύγῃ μ᾽ ἀποσκλῆναι τότε.

Βδελυκλέων

Ἄπολλον ἀποτρόπαιε τοῦ μαντεύματος.

Φιλοκλέων

ἴθ᾽ ἀντιβολῶ σ᾽ ἔκφρες με, μὴ διαρραγῶ.

Βδελυκλέων

μὰ τὸν Ποσειδῶ Φιλοκλέων οὐδέποτέ γε.

Φιλοκλέων

διατρώξομαι τοίνυν ὀδὰξ τὸ δίκτυον.

Βδελυκλέων

165ἀλλ᾽ οὐκ ἔχεις ὀδόντας.

Φιλοκλέων
οἴμοι δείλαιος:
τῶς ἄν σ᾽ ἀποκτείναιμι; πῶς; δότε μοι ξίφος
ὅπως τάχιστ᾽, πινάκιον τιμητικόν.

Βδελυκλέων

ἅνθρωπος οὗτος μέγα τι δρασείει κακόν.

Φιλοκλέων

μὰ τὸν Δί᾽ οὐ δῆτ᾽, ἀλλ᾽ ἀποδόσθαι βούλομαι
170τὸν ὄνον ἄγων αὐτοῖσι τοῖς κανθηλίοις:
νουμηνία γάρ ἐστιν.

Βδελυκλέων
οὔκουν κἂν ἐγὼ
αὐτὸν ἀποδοίμην δῆτ᾽ ἄν;

Φιλοκλέων
οὐχ ὥσπερ γ᾽ ἐγώ.

Βδελυκλέων

μὰ Δί᾽ ἀλλ᾽ ἄμεινον.

Φιλοκλέων
ἀλλὰ τὸν ὄνον ἔξαγε.

Σωσίας

οἵαν πρόφασιν καθῆκεν, ὡς εἰρωνικῶς,
175ἵν᾽ αὐτὸν ἐκπέμψειας.

Βδελυκλέων
ἀλλ᾽ οὐκ ἔσπασεν
ταύτῃ γ᾽: ἐγὼ γὰρ ᾐσθόμην τεχνωμένου.
ἀλλ᾽ εἰσιών μοι τὸν ὄνον ἐξάγειν δοκῶ
ὅπως ἂν γέρων μηδὲ παρακύψῃ πάλιν.
κάνθων τί κλάεις; ὅτι πεπράσει τήμερον;
180βάδιζε θᾶττον. τί στένεις, εἰ μὴ φέρεις
Ὀδυσσέα τιν᾽;

Σωσίας
ἀλλὰ ναὶ μὰ Δία φέρει
κάτω γε τουτονί τιν᾽ ὑποδεδυκότα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: