previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Βδελυκλέων

ποῖον; φέρ᾽ ἴδωμαι τουτονί. τουτὶ τί ἦν;
τίς εἶ ποτ᾽ ὦνθρωπ᾽ ἐτεόν;

Φιλοκλέων
Οὖτις νὴ Δία.

Βδελυκλέων

185Οὖτις σύ; ποδαπός;

Φιλοκλέων
Ἴθακος Ἀποδρασιππίδου.

Βδελυκλέων

Οὖτις μὰ τὸν Δί᾽ οὔτι χαιρήσων γε σύ.
ὕφελκε θᾶττον αὐτόν. μιαρώτατος
ἵν᾽ ὑποδέδυκεν: ὥστ᾽ ἔμοιγ᾽ ἰνδάλλεται
ὁμοιότατος κλητῆρος εἶναι πωλίῳ.

Φιλοκλέων

190εἰ μή μ᾽ ἐάσεθ᾽ ἥσυχον, μαχούμεθα.

Βδελυκλέων

περὶ τοῦ μαχεῖ νῷν δῆτα;

Φιλοκλέων
περὶ ὄνου σκιᾶς.

Βδελυκλέων

πονηρὸς εἶ πόρρω τέχνης καὶ παράβολος.

Φιλοκλέων

ἐγὼ πονηρός; οὐ μὰ Δί᾽ ἀλλ᾽ οὐκ οἶσθα σὺ
νῦν μ᾽ ὄντ᾽ ἄριστον: ἀλλ᾽ ἴσως, ὅταν φάγῃς
195ὑπογάστριον γέροντος ἡλιαστικοῦ.

Βδελυκλέων

ὤθει τὸν ὄνον καὶ σαυτὸν ἐς τὴν οἰκίαν.

Φιλοκλέων

ξυνδικασταὶ καὶ Κλέων ἀμύνατε.

Βδελυκλέων

ἔνδον κέκραχθι τῆς θύρας κεκλῃμένης.
ὤθει σὺ πολλοὺς τῶν λίθων πρὸς τὴν θύραν,
200καὶ τὴν βάλανον ἔμβαλλε πάλιν ἐς τὸν μοχλόν,
καὶ τῇ δοκῷ προσθεὶς τὸν ὅλμον τὸν μέγαν
ἀνύσας τι προσκύλισον.

Σωσίας
οἴμοι δείλαιος:
πόθεν ποτ᾽ ἐμπέπτωκέ μοι τὸ βωλίον;

Βδελυκλέων

ἴσως ἄνωθεν μῦς ἐνέβαλέ σοί ποθεν.

Σωσίας

205μῦς; οὐ μὰ Δί᾽ ἀλλ᾽ ὑποδυόμενός τις οὑτοσὶ
ὑπὸ τῶν κεραμίδων ἡλιαστὴς ὀροφίας.

Βδελυκλέων

οἴμοι κακοδαίμων, στροῦθος ἁνὴρ γίγνεται:
ἐκπτήσεται. ποῦ ποῦ 'στί μοι τὸ δίκτυον;
σοῦ σοῦ, πάλιν σοῦ. νὴ Δί᾽ μοι κρεῖττον ἦν
210τηρεῖν Σκιώνην ἀντὶ τούτου τοῦ πατρός.

Σωσίας

ἄγε νυν, ἐπειδὴ τουτονὶ σεσοβήκαμεν,
κοὐκ ἔσθ᾽ ὅπως διαδὺς ἂν ἡμᾶς ἔτι λάθοι,
τί οὐκ ἀπεκοιμήθημεν ὅσον ὅσον στίλην;

Βδελυκλέων

ἀλλ᾽ πόνηρ᾽ ἥξουσιν ὀλίγον ὕστερον
215οἱ ξυνδικασταὶ παρακαλοῦντες τουτονὶ
τὸν πατέρα.

Σωσίας
τίλέγεις; ἀλλὰ νῦν γ᾽ ὄρθρος βαθύς.

Βδελυκλέων

νὴ τὸν Δί᾽, ὀψὲ γοῦν ἀνεστήκασι νῦν.
ὡς ἀπὸ μέσων νυκτῶν γε παρακαλοῦσ᾽ ἀεί,
λύχνους ἔχοντες καὶ μινυρίζοντες μέλη
220ἀρχαῖα μελισιδωνοφρυνιχήρατα,
οἷς ἐκκαλοῦνται τοῦτον.

Σωσίας
οὐκοῦν, ἢν δέῃ,
ἤδη ποτ᾽ αὐτοὺς τοῖς λίθοις βαλλήσομεν.

Βδελυκλέων

ἀλλ᾽ πόνηρε τὸ γένος ἤν τις ὀργίσῃ
τὸ τῶν γερόντων, ἔσθ᾽ ὅμοιον σφηκιᾷ.
225ἔχουσι γὰρ καὶ κέντρον ἐκ τῆς ὀσφύος
ὀξύτατον, κεντοῦσι, καὶ κεκραγότες
πηδῶσι καὶ βάλλουσιν ὥσπερ φέψαλοι.

Σωσίας

μὴ φροντίσῃς: ἐὰν ἐγὼ λίθους ἔχω,
πολλῶν δικαστῶν σφηκιὰν διασκεδῶ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: