previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Φιλοκλέων

ἄγε νυν, ἢν αἰσθομένω τούτω ζητῆτόν μ᾽ ἐσκαλαμᾶσθαι
κἀνασπαστὸν ποιεῖν εἴσω, τί ποιήσετε; φράζετε νυνί.

Χορός

ἀμυνοῦμέν σοι τὸν πρινώδη θυμὸν ἅπαντες καλέσαντες
ὥστ᾽ οὐ δυνατόν σ᾽ εἵργειν ἔσται: τοιαῦτα ποιήσομεν ἡμεῖς.

Φιλοκλέων

385δράσω τοίνυν ὑμῖν πίσυνος, καὶμανθάνετ᾽; — ἤν τι πάθω 'γώ,
ἀνελόντες καὶ κατακλαύσαντες θεῖναί μ᾽ ὑπὸ τοῖσι δρυφάκτοις.

Χορός

οὐδὲν πείσει: μηδὲν δείσῃς. ἀλλ᾽ βέλτιστε καθίει
σαυτὸν θαρρῶν κἀπευξάμενος τοῖσι πατρῴοισι θεοῖσιν.

Φιλοκλέων

Λύκε δέσποτα, γείτων ἥρως: σὺ γὰρ οἷσπερ ἐγὼ κεχάρησαι,
τοῖς δακρύοισιν τῶν φευγόντων ἀεὶ καὶ τοῖς ὀλοφυρμοῖς:
ᾤκησας γοῦν ἐπίτηδες ἰὼν ἐνταῦθ᾽ ἵνα ταῦτ᾽ ἀκροῷο,
κἀβουλήθης μόνος ἡρώων παρὰ τὸν κλάοντα καθῆσθαι.
ἐλέησον καὶ σῶσον νυνὶ τὸν σαυτοῦ πλησιόχωρον:
κοὐ μή ποτέ σου παρὰ τὰς κάννας οὐρήσω μηδ᾽ ἀποπάρδω.

Βδελυκλέων

395οὗτος ἐγείρου.

Ξανθίας
τί τὸ πρᾶγμ᾽;

Βδελυκλέων
ὥσπερ φωνή μέ τις ἐγκεκύκλωται.

Ξανθίας

μῶν γέρων πῃ διαδύεται αὖ;

Βδελυκλέων
μὰ Δί᾽ οὐ δῆτ᾽, ἀλλὰ καθιμᾷ
αὑτὸν δήσας.

Ξανθίας
μιαρώτατε τί ποιεῖς; οὐ μὴ καταβήσει;

Βδελυκλέων

ἀνάβαιν᾽ ἀνύσας κατὰ τὴν ἑτέραν καὶ ταῖσιν φυλλάσι παῖε,
ἤν πως πρύμνην ἀνακρούσηται πληγεὶς ταῖς εἰρεσιώναις.

Φιλοκλέων

οὐ ξυλλήψεσθ᾽ ὁπόσοισι δίκαι τῆτες μέλλουσιν ἔσεσθαι,
Σμικυθίων καὶ Τεισιάδη καὶ Χρήμων καὶ Φερέδειπνε;
πότε δ᾽, εἰ μὴ νῦν, ἐπαρήξετέ μοι, πρίν μ᾽ εἴσω μᾶλλον ἄγεσθαι;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
  • Cross-references to this page (1):
    • Raphael Kühner, Bernhard Gerth, Ausführliche Grammatik der griechischen Sprache, KG 1.pos=2.1
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: