Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Βδελυκλέων
ἀλλὰ μὰ Δί᾽ οὐ ῥᾳδίως οὕτως ἂν αὐτοὺς διέφυγες,
εἴπερ ἔτυχον τῶν μελῶν τῶν Φιλοκλέους βεβρωκότες. Χορός
ἆρα δῆτ᾽ οὐκ αὐτὰ δῆλα
τοῖς πένησιν, ἡ τυραννὶς
465†ὡς λάθρᾳ γ᾽ ἐλάνθαν᾽ ὑπιοῦσά με,†
εἰ σύ γ᾽ ὦ πόνῳ πόνηρε καὶ κομηταμυνία
τῶν νόμων ἡμᾶς ἀπείργεις ὧν ἔθηκεν ἡ πόλις,
οὔτε τιν᾽ ἔχων πρόφασιν
οὔτε λόγον εὐτράπελον,
470αὐτὸς ἄρχων μόνος; Βδελυκλέων
ἔσθ᾽ ὅπως ἄνευ μάχης καὶ τῆς κατοξείας βοῆς
ἐς λόγους ἔλθοιμεν ἀλλήλοισι καὶ διαλλαγάς; Χορός
σοὐς λόγους ὦ μισόδημε καὶ μοναρχίας ἐραστά,
475καὶ ξυνὼν Βρασίδᾳ καὶ φορῶν κράσπεδα
στεμμάτων τήν θ᾽ ὑπήνην ἄκουρον τρέφων;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.