previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Βδελυκλέων

ὡς ἅπανθ᾽ ὑμῖν τυραννίς ἐστι καὶ ξυνωμόται,
ἤν τε μεῖζον ἤν τ᾽ ἔλαττον πρᾶγμά τις κατηγορῇ,
490ἧς ἐγὼ οὐκ ἤκουσα τοὔνομ᾽ οὐδὲ πεντήκοντ᾽ ἐτῶν:
νῦν δὲ πολλῷ τοῦ ταρίχους ἐστὶν ἀξιωτέρα,
ὥστε καὶ δὴ τοὔνομ᾽ αὐτῆς ἐν ἀγορᾷ κυλίνδεται.
ἢν μὲν ὠνῆταί τις ὀρφὼς μεμβράδας δὲ μὴ 'θέλῃ,
εὐθέως εἴρηχ᾽ πωλῶν πλησίον τὰς μεμβράδας:
495'οὗτος ὀψωνεῖν ἔοιχ᾽ ἅνθρωπος ἐπὶ τυραννίδι.'
ἢν δὲ γήτειον προσαιτῇ ταῖς ἀφύαις ἥδυσμά τι,
λαχανόπωλις παραβλέψασά φησι θατέρῳ:
εἰπέ μοι, γήτειον αἰτεῖς: πότερον ἐπὶ τυραννίδι,
νομίζεις τὰς Ἀθήνας σοὶ φέρειν ἡδύσματα;’

Ξανθίας

500κἀμέ γ᾽ πόρνη χθὲς εἰσελθόντα τῆς μεσημβρίας,
ὅτι κελητίσαι 'κέλευον, ὀξυθυμηθεῖσά μοι
ἤρετ᾽ εἰ τὴν Ἱππίου καθίσταμαι τυραννίδα.

Βδελυκλέων

ταῦτα γὰρ τούτοις ἀκούειν ἡδἔ, εἰ καὶ νῦν ἐγὼ
τὸν πατέρ᾽ ὅτι βούλομαι τούτων ἀπαλλαχθέντα τῶν
505ὀρθροφοιτοσυκοφαντοδικοταλαιπώρων τρόπων
ζῆν βίον γενναῖον ὥσπερ Μόρυχος, αἰτίαν ἔχω
ταῦτα δρᾶν ξυνωμότης ὢν καὶ φρονῶν τυραννικά.

Φιλοκλέων

νὴ Δί᾽ ἐν δίκῃ γ᾽: ἐγὼ γὰρ οὐδ᾽ ἂν ὀρνίθων γάλα
ἀντὶ τοῦ βίου λάβοιμ᾽ ἂν οὗ με νῦν ἀποστερεῖς:
510οὐδὲ χαίρω βατίσιν οὐδ᾽ ἐγχέλεσιν, ἀλλ᾽ ἥδιον ἄν
δικίδιον σμικρὸν φάγοιμ᾽ ἂν ἐν λοπάδι πεπνιγμένον.

Βδελυκλέων

νὴ Δί᾽ εἰθίσθης γὰρ ἥδεσθαι τοιούτοις πράγμασιν:
ἀλλ᾽ ἐὰν σιγῶν ἀνάσχῃ καὶ μάθῃς ἁγὼ λέγω,
ἀναδιδάξειν οἴομαί σ᾽ ὡς πάντα ταῦθ᾽ ἁμαρτάνεις.

Φιλοκλέων

515ἐξαμαρτάνω δικάζων;

Βδελυκλέων
καταγελώμενος μὲν οὖν
οὐκ ἐπαϊεις ὑπ᾽ ἀνδρῶν, οὓς σὺ μόνον οὐ προσκυνεῖς.
ἀλλὰ δουλεύων λέληθας.

Φιλοκλέων
παῦε δουλείαν λέγων,
ὅστις ἄρχω τῶν ἁπάντων.

Βδελυκλέων
οὐ σύ γ᾽, ἀλλ᾽ ὑπηρετεῖς
οἰόμενος ἄρχειν: ἐπεὶ δίδαξον ἡμᾶς πάτερ,
520ἥτις τιμή 'στί σοι καρπουμένῳ τὴν Ἑλλάδα.

Φιλοκλέων

πάνυ γε, καὶ τούτοισί γ᾽ ἐπιτρέψαι 'θέλω.

Βδελυκλέων
καὶ μὴν ἐγώ.
ἄφετέ νυν ἅπαντες αὐτόν.

Φιλοκλέων
καὶ ξίφος γέ μοι δότε.
ἢν γὰρ ἡττηθῶ λέγων σου, περιπεσοῦμαι τῷ ξίφει.

Βδελυκλέων

εἰπέ μοι, τί δ᾽ ἤν, τὸ δεῖνα, τῇ διαίτῃ μὴ 'μμένῃς;

Φιλοκλέων

525μηδέποτε πίοιμ᾽ ἀκράτου μισθὸν ἀγαθοῦ δαίμονος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: