previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Βδελυκλέων

δεύτερον αὖ σου τουτὶ γράφομαι, τὴν τοῦ πλούτου καταχήνην:
καὶ τἀγαθά μοι μέμνησ᾽ ἅχεις φάσκων τῆς Ἑλλάδος ἄρχειν.

Φιλοκλέων

παίδων τοίνυν δοκιμαζομένων αἰδοῖα πάρεστι θεᾶσθαι.
κἂν Οἴαγρος εἰσέλθῃ φεύγων, οὐκ ἀποφεύγει πρὶν ἂν ἡμῖν
580ἐκ τῆς Νιόβης εἴπῃ ῥῆσιν τὴν καλλίστην ἀπολέξας.
κἂν αὐλητής γε δίκην νικᾷ, ταύτης ἡμῖν ἐπίχειρα
ἐν φορβειᾷ τοῖσι δικασταῖς ἔξοδον ηὔλησ᾽ ἀπιοῦσι.
κἂν ἀποθνῄσκων πατήρ τῳ δῷ καταλείπων παῖδ᾽ ἐπίκληρον,
κλάειν ἡμεῖς μακρὰ τὴν κεφαλὴν εἰπόντες τῇ διαθήκῃ
585καὶ τῇ κόγχῃ τῇ πάνυ σεμνῶς τοῖς σημείοισιν ἐπούσῃ,
ἔδομεν ταύτην ὅστις ἂν ἡμᾶς ἀντιβολήσας ἀναπείσῃ.
καὶ ταῦτ᾽ ἀνυπεύθυνοι δρῶμεν, τῶν δ᾽ ἄλλων οὐδεμἴ ἀρχή.

Βδελυκλέων

τουτὶ γάρ τοι σεμνόν, τούτων ὧν εἴρηκας μακαρίζω:
τῆς δ᾽ ἐπικλήρου τὴν διαθήκην ἀδικεῖς ἀνακογχυλιάζων.

Φιλοκλέων

590ἔτι δ᾽ βουλὴ χὠ δῆμος ὅταν κρῖναι μέγα πρᾶγμ᾽ ἀπορήσῃ
ἐψήφισται τοὺς ἀδικοῦντας τοῖσι δικασταῖς παραδοῦναι:
εἶτ᾽ Εὔαθλος χὠ μέγας οὗτος Κολακώνυμος ἀσπιδαποβλὴς
οὐχὶ προδώσειν ἡμᾶς φασίν, περὶ τοῦ πλήθους δὲ μαχεῖσθαι.
κἀν τῷ δήμῳ γνώμην οὐδεὶς πώποτ᾽ ἐνίκησεν, ἐὰν μὴ
εἴπῃ τὰ δικαστήρι᾽ ἀφεῖναι πρώτιστα μίαν δικάσαντας:
αὐτὸς δὲ Κλέων κεκραξιδάμας μόνον ἡμᾶς οὐ περιτρώγει,
ἀλλὰ φυλάττει διὰ χειρὸς ἔχων καὶ τὰς μυίας ἀπαμύνει.
σὺ δὲ τὸν πατέρ᾽ οὐδ᾽ ὁτιοῦν τούτων τὸν σαυτοῦ πώποτ᾽ ἔδρασας.
ἀλλὰ Θέωρος, καίτοὐστὶν ἀνὴρ Εὐφημίου οὐδὲν ἐλάττων,
600τὸν σφόγγον ἔχων ἐκ τῆς λεκάνης τἀμβάδι᾽ ἡμῶν περικωνεῖ.
σκέψαι μ᾽ ἀπὸ τῶν ἀγαθῶν οἵων ἀποκλῄεις καὶ κατερύκεις,
ἣν δουλείαν οὖσαν ἔφασκες καὶ ὑπηρεσίαν ἀποδείξειν.

Βδελυκλέων

ἔμπλησο λέγων: πάντως γάρ τοι παύσει ποτὲ κἀναφανήσει
πρωκτὸς λουτροῦ περιγιγνόμενος τῆς ἀρχῆς τῆς περισέμνου.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: