previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ξανθίας

φέρε νυν κατείπω τοῖς θεαταῖς τὸν λόγον,
55ὀλίγ᾽ ἄτθ᾽ ὑπειπὼν πρῶτον αὐτοῖσιν ταδί,
μηδὲν παρ᾽ ἡμῶν προσδοκᾶν λίαν μέγα,
μηδ᾽ αὖ γέλωτα Μεγαρόθεν κεκλεμμένον.
ἡμῖν γὰρ οὐκ ἔστ᾽ οὔτε κάρυ᾽ ἐκ φορμίδος
δούλω διαρριπτοῦντε τοῖς θεωμένοις,
60οὔθ᾽ Ἡρακλῆς τὸ δεῖπνον ἐξαπατώμενος,
οὐδ᾽ αὖθις ἀνασελγαινόμενος Εὐριπίδης:
οὐδ᾽ εἰ Κλέων γ᾽ ἔλαμψε τῆς τύχης χάριν,
αὖθις τὸν αὐτὸν ἄνδρα μυττωτεύσομεν.
ἀλλ᾽ ἔστιν ἡμῖν λογίδιον γνώμην ἔχον,
65ὑμῶν μὲν αὐτῶν οὐχὶ δεξιώτερον,
κωμῳδίας δὲ φορτικῆς σοφώτερον.
ἔστιν γὰρ ἡμῖν δεσπότης ἐκεινοσὶ
ἅνω καθεύδων, μέγας, οὑπὶ τοῦ τέγους.
οὗτος φυλάττειν τὸν πατέρ᾽ ἐπέταξε νῷν,
70ἔνδον καθείρξας, ἵνα θύραζε μὴ 'ξίῃ.
νόσον γὰρ πατὴρ ἀλλόκοτον αὐτοῦ νοσεῖ,
ἣν οὐδ᾽ ἂν εἷς γνοίη ποτ᾽ οὐδ᾽ ἂν ξυμβάλοι
εἰ μὴ πύθοιθ᾽ ἡμῶν: ἐπεὶ τοπάζετε.
Ἀμυνίας μὲν Προνάπους φήσ᾽ οὑτοσὶ
75εἶναι φιλόκυβον αὐτόν: ἀλλ᾽ οὐδὲν λέγει.

Σωσίας

μὰ Δί᾽, ἀλλ᾽ ἀφ᾽ αὑτοῦ τὴν νόσον τεκμαίρεται.

Ξανθίας

οὔκ, ἀλλὰφιλομέν ἐστιν ἀρχὴ τοῦ κακοῦ.
ὁδὶ δέ φησι Σωσίας πρὸς Δερκύλον
εἶναι φιλοπότην αὐτόν.

Σωσίας
οὐδαμῶς γ᾽, ἐπεὶ
80αὕτη γε χρηστῶν ἐστιν ἀνδρῶν νόσος.

Ξανθίας

Νικόστρατος δ᾽ αὖ φησιν Σκαμβωνίδης
εἶναι φιλοθύτην αὐτὸν φιλόξενον.

Σωσίας

μὰ τὸν κύν᾽ Νικόστρατ᾽ οὐ φιλόξενος,
ἐπεὶ καταπύγων ἐστὶν γε Φιλόξενος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: