previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Φιλοκλέων

ὅρα τὸ χρῆμα, τὰ λόγι᾽ ὡς περαίνεται.
800ἠκηκόη γὰρ ὡς Ἀθηναῖοί ποτε
δικάσοιεν ἐπὶ ταῖς οἰκίαισι τὰς δίκας,
κἀν τοῖς προθύροις ἐνοικοδομήσοι πᾶς ἀνὴρ
αὑτῷ δικαστηρίδιον μικρὸν πάνυ,
ὥσπερ Ἑκάταιον, πανταχοῦ πρὸ τῶν θυρῶν.

Βδελυκλέων

805ἰδού, τί ἔτ᾽ ἐρεῖς; ὡς ἅπαντ᾽ ἐγὼ φέρω
ὅσαπερ ἔφασκον, κἄτι πολλῷ πλείονα.
ἀμὶς μέν, ἢν οὐρητιάσῃς, αὑτηὶ
παρά σοι κρεμήσετ᾽ ἐγγὺς ἐπὶ τοῦ παττάλου.

Φιλοκλέων

σοφόν γε τουτὶ καὶ γέροντι πρόσφορον
810ἐξηῦρες ἀτεχνῶς φάρμακον στραγγουρίας.

Βδελυκλέων

καὶ πῦρ γε τουτί: καὶ προσέστηκεν φακῆ
ῥοφεῖν, ἐὰν δέῃ τι.

Φιλοκλέων
τοῦτ᾽ αὖ δεξιόν:
κἂν γὰρ πυρέττω, τόν γε μισθὸν λήψομαι.
αὐτοῦ μένων γὰρ τὴν φακῆν ῥοφήσομαι.
815ἀτὰρ τί τὸν ὄρνιν ὡς ἔμ᾽ ἐξηνέγκατε;

Βδελυκλέων

ἵνα γ᾽, ἢν καθεύδῃς ἀπολογουμένου τινός,
ᾁδων ἄνωθεν ἐξεγείρῃ σ᾽ οὑτοσί.

Φιλοκλέων

ἓν ἔτι ποθῶ, τὰ δ᾽ ἄλλ᾽ ἀρέσκει μοι.

Βδελυκλέων
τὸ τί;

Φιλοκλέων

θἠρῷον εἴ πως ἐκκομίσαις τὸ τοῦ Λύκου.

Βδελυκλέων

820πάρεστι τουτί, καὐτὸς ἅναξ οὑτοσί.

Φιλοκλέων

δέσποθ᾽ ἥρως ὡς χαλεπὸς ἄρ᾽ ἦσθ᾽ ἰδεῖν.

Βδελυκλέων

οἷόσπερ ἡμῖν φαίνεται Κλεώνυμος.

Φιλοκλέων

οὔκουν ἔχει γ᾽ οὐδ᾽ αὐτὸς ἥρως ὢν ὅπλα.

Βδελυκλέων

εἰ θᾶττον ἐκαθίζου σύ, θᾶττον ἂν δίκην
825ἐκάλουν.

Φιλοκλέων
κάλει νυν, ὡς κάθημαι 'γὼ πάλαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
  • Cross-references to this page (1):
    • Basil L. Gildersleeve, Syntax of Classical Greek, Concord
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: