previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἡρακλῆς

οὔκουν ἕτερ᾽ ἔστ᾽ ἐνταῦθα μειρακύλλια
90τραγῳδίας ποιοῦντα πλεῖν μύρια,
Εὐριπίδου πλεῖν σταδίῳ λαλίστερα.

Διόνυσος

ἐπιφυλλίδες ταῦτ᾽ ἐστὶ καὶ στωμύλματα,
χελιδόνων μουσεῖα, λωβηταὶ τέχνης,
φροῦδα θᾶττον, ἢν μόνον χορὸν λάβῃ,
95ἅπαξ προσουρήσαντα τῇ τραγῳδίᾳ.
γόνιμον δὲ ποιητὴν ἂν οὐχ εὕροις ἔτι
ζητῶν ἄν, ὅστις ῥῆμα γενναῖον λάκοι.

Ἡρακλῆς

πῶς γόνιμον;

Διόνυσος
ὡδὶ γόνιμον, ὅστις φθέγξεται
τοιουτονί τι παρακεκινδυνευμένον,
100αἰθέρα Διὸς δωμάτιον, χρόνου πόδα,
φρένα μὲν οὐκ ἐθέλουσαν ὀμόσαι καθ᾽ ἱερῶν,
γλῶτταν δ᾽ ἐπιορκήσασαν ἰδίᾳ τῆς φρενός.

Ἡρακλῆς

σὲ δὲ ταῦτ᾽ ἀρέσκει;

Διόνυσος
μἀλλὰ πλεῖν μαίνομαι.

Ἡρακλῆς

μὴν κόβαλά γ᾽ ἐστίν, ὡς καὶ σοὶ δοκεῖ.

Διόνυσος

105μὴ τὸν ἐμὸν οἴκει νοῦν: ἔχεις γὰρ οἰκίαν.

Ἡρακλῆς

καὶ μὴν ἀτεχνῶς γε παμπόνηρα φαίνεται.

Διόνυσος

δειπνεῖν με δίδασκε.

Ξανθίας
περὶ ἐμοῦ δ᾽ οὐδεὶς λόγος.

Διόνυσος

ἀλλ᾽ ὦνπερ ἕνεκα τήνδε τὴν σκευὴν ἔχων
ἦλθον κατὰ σὴν μίμησιν, ἵνα μοι τοὺς ξένους
110τοὺς σοὺς φράσειας, εἰ δεοίμην, οἷσι σὺ
ἐχρῶ τόθ᾽, ἡνίκ᾽ ἐπὶ τὸν Κέρβερον,
τούτους φράσον μοι, λιμένας ἀρτοπώλια
πορνεῖ᾽ ἀναπαύλας ἐκτροπὰς κρήνας ὁδοὺς
πόλεις διαίτας πανδοκευτρίας, ὅπου
κόρεις ὀλίγιστοι.

Ξανθίας
περὶ ἐμοῦ δ᾽ οὐδεὶς λόγος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
  • Cross-references to this page (1):
    • Raphael Kühner, Bernhard Gerth, Ausführliche Grammatik der griechischen Sprache, KG 3.pos=7.1
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: