previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Εὐριπίδης

καὶ μὴν ἐπ᾽ αὐτοὺς τοὺς προλόγους σου τρέψομαι,
1120ὅπως τὸ πρῶτον τῆς τραγῳδίας μέρος
πρώτιστον αὐτοῦ βασανιῶ τοῦ δεξιοῦ.
ἀσαφὴς γὰρ ἦν ἐν τῇ φράσει τῶν πραγμάτων.

Διόνυσος

καὶ ποῖον αὐτοῦ βασανιεῖς;

Εὐριπίδης
πολλοὺς πάνυ.
πρῶτον δέ μοι τὸν ἐξ Ὀρεστείας λέγε.

Διόνυσος

1125ἄγε δὴ σιώπα πᾶς ἀνήρ. λέγ᾽ Αἰσχύλε.

Αἰσχύλος

Ἑρμῆ χθόνιε πατρῷ᾽ ἐποπτεύων κράτη,
σωτὴρ γενοῦ μοι σύμμαχός τ᾽ αἰτουμένῳ.
ἥκω γὰρ ἐς γῆν τήνδε καὶ κατέρχομαι.’

Διόνυσος

τούτων ἔχεις ψέγειν τι;

Εὐριπίδης
πλεῖν δώδεκα.

Διόνυσος

1130ἀλλ᾽ οὐδὲ πάντα ταῦτά γ᾽ ἔστ᾽ ἀλλ᾽ τρία.

Εὐριπίδης

ἔχει δ᾽ ἕκαστον εἴκοσίν γ᾽ ἁμαρτίας.

Διόνυσος

Αἰσχύλε παραινῶ σοι σιωπᾶν: εἰ δὲ μή,
πρὸς τρισὶν ἰαμβείοισι προσοφείλων φανεῖ.

Αἰσχύλος

ἐγὼ σιωπῶ τῷδ᾽;

Διόνυσος
ἐὰν πείθῃ γ᾽ ἐμοί.

Εὐριπίδης

1135εὐθὺς γὰρ ἡμάρτηκεν οὐράνιόν γ᾽ ὅσον.

Αἰσχύλος

ὁρᾷς ὅτι ληρεῖς;

Διόνυσος
ἀλλ᾽ ὀλίγον γέ μοι μέλει.

Αἰσχύλος

πῶς φῄς μ᾽ ἁμαρτεῖν;

Εὐριπίδης
αὖθις ἐξ ἀρχῆς λέγε.

Αἰσχύλος

Ἑρμῆ χθόνιε πατρῷ᾽ ἐποπτεύων κράτη.’

Εὐριπίδης

οὔκουν Ὀρέστης τοῦτ᾽ ἐπὶ τῷ τύμβῳ λέγει
1140τῷ τοῦ πατρὸς τεθνεῶτος;

Αἰσχύλος
οὐκ ἄλλως λέγω.

Εὐριπίδης

πότερ᾽ οὖν τὸν Ἑρμῆν, ὡς πατὴρ ἀπώλετο
αὐτοῦ βιαίως ἐκ γυναικείας χερὸς
δόλοις λαθραίοις, ταῦτ᾽ἐποπτεύεινἔφη;

Αἰσχύλος

οὐ δῆτ᾽ ἐκεῖνον, ἀλλὰ τὸν Ἐριούνιον
1145Ἑρμῆν χθόνιον προσεῖπε, κἀδήλου λέγων
ὁτιὴ πατρῷον τοῦτο κέκτηται γέρας

Εὐριπίδης

ἔτι μεῖζον ἐξήμαρτες 'γὼ 'βουλόμην:
εἰ γὰρ πατρῷον τὸ χθόνιον ἔχει γέρας

Διόνυσος

οὕτω γ᾽ ἂν εἴη πρὸς πατρὸς τυμβωρύχος.

Αἰσχύλος

1150Διόνυσε πίνεις οἶνον οὐκ ἀνθοσμίαν.

Διόνυσος

λέγ᾽ ἕτερον αὐτῷ: σὺ δ᾽ ἐπιτήρει τὸ βλάβος.

Αἰσχύλος

σωτὴρ γενοῦ μοι σύμμαχός τ᾽ αἰτουμένῳ.
ἥκω γὰρ ἐς γῆν τήνδε καὶ κατέρχομαι—’

Εὐριπίδης

δὶς ταὐτὸν ἡμῖν εἶπεν σοφὸς Αἰσχύλος.

Διόνυσος

1155πῶς δίς;

Εὐριπίδης
σκόπει τὸ ῥῆμ᾽: ἐγὼ δέ σοι φράσω.
ἥκω γὰρ ἐς γῆν,’ φησί, ‘καὶ κατέρχομαι:’
ἥκωδὲ ταὐτόν ἐστι τῷκατέρχομαι.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Antigone, 484
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: