previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Διόνυσος

νὴ τὸν Δί᾽ ὥσπερ γ᾽ εἴ τις εἴποι γείτονι,
χρῆσον σὺ μάκτραν, εἰ δὲ βούλει, κάρδοπον.’

Αἰσχύλος

1160οὐ δῆτα τοῦτό γ᾽ κατεστωμυλμένε
ἄνθρωπε ταὔτ᾽ ἔστ᾽, ἀλλ᾽ ἄριστ᾽ ἐπῶν ἔχον.

Εὐριπίδης

πῶς δή; δίδαξον γάρ με καθ᾽ τι δὴ λέγεις;

Αἰσχύλος

ἐλθεῖνμὲν ἐς γῆν ἔσθ᾽ ὅτῳ μετῇ πάτρας:
χωρὶς γὰρ ἄλλης συμφορᾶς ἐλήλυθεν:
1165φεύγων δ᾽ ἀνὴρἥκειτε καὶκατέρχεται.’

Διόνυσος

εὖ νὴ τὸν Ἀπόλλω. τί σὺ λέγεις Εὐριπίδη;

Εὐριπίδης

οὐ φημὶ τὸν Ὀρέστην κατελθεῖν οἴκαδε:
λάθρᾳ γὰρ ἦλθεν οὐ πιθὼν τοὺς κυρίους.

Διόνυσος

εὖ νὴ τὸν Ἑρμῆν: τι λέγεις δ᾽ οὐ μανθάνω.

Εὐριπίδης

1170πέραινε τοίνυν ἕτερον.

Διόνυσος
ἴθι πέραινε σὺ
Αἰσχύλ᾽ ἀνύσας: σὺ δ᾽ ἐς τὸ κακὸν ἀπόβλεπε.

Αἰσχύλος

τύμβου δ᾽ ἐπ᾽ ὄχθῳ τῷδε κηρύσσω πατρὶ
κλύειν ἀκοῦσαι.’

Εὐριπίδης
τοῦθ᾽ ἕτερον αὖθις λέγει,
κλύειν ἀκοῦσαι,’ ταὐτὸν ὂν σαφέστατα.

Διόνυσος

1175τεθνηκόσιν γὰρ ἔλεγεν μόχθηρε σύ,
οἷς οὐδὲ τρὶς λέγοντες ἐξικνούμεθα.

Αἰσχύλος

σὺ δὲ πῶς ἐποίεις τοὺς προλόγους;

Εὐριπίδης
ἐγὼ φράσω.
κἄν που δὶς εἴπω ταὐτόν, στοιβὴν ἴδῃς
ἐνοῦσαν ἔξω τοῦ λόγου, κατάπτυσον.

Διόνυσος

1180ἴθι δὴ λέγ᾽: οὐ γάρ μοὔστιν ἀλλ᾽ ἀκουστέα
τῶν σῶν προλόγων τῆς ὀρθότητος τῶν ἐπῶν.

Εὐριπίδης

ἦν Οἰδίπους τὸ πρῶτον εὐδαίμων ἀνήρ’—

Αἰσχύλος

μὰ τὸν Δί᾽ οὐ δῆτ᾽, ἀλλὰ κακοδαίμων φύσει,
ὅντινά γε πρὶν φῦναι μὲν Ἁπόλλων ἔφη
1185ἀποκτενεῖν τὸν πατέρα, πρὶν καὶ γεγονέναι:
πῶς οὗτος ἦν τὸ πρῶτον εὐδαίμων ἀνήρ;

Εὐριπίδης

εἶτ᾽ ἐγένετ᾽ αὖθις ἀθλιώτατος βροτῶν.’

Αἰσχύλος

μὰ τὸν Δί᾽ οὐ δῆτ᾽, οὐ μὲν οὖν ἐπαύσατο.
πῶς γάρ; ὅτε δὴ πρῶτον μὲν αὐτὸν γενόμενον
1190χειμῶνος ὄντος ἐξέθεσαν ἐν ὀστράκῳ,
ἵνα μὴ 'κτραφεὶς γένοιτο τοῦ πατρὸς φονεύς:
εἶθ᾽ ὡς Πόλυβον ἤρρησεν οἰδῶν τὼ πόδε:
ἔπειτα γραῦν ἔγημεν αὐτὸς ὢν νέος
καὶ πρός γε τούτοις τὴν ἑαυτοῦ μητέρα:
1195εἶτ᾽ ἐξετύφλωσεν αὑτόν.

Διόνυσος
εὐδαίμων ἄρ᾽ ἦν,
εἰ κἀστρατήγησέν γε μετ᾽ Ἐρασινίδου.

Εὐριπίδης

ληρεῖς: ἐγὼ δὲ τοὺς προλόγους καλοὺς ποιῶ.

Αἰσχύλος

καὶ μὴν μὰ τὸν Δί᾽ οὐ κατ᾽ ἔπος γέ σου κνίσω
τὸ ῥῆμ᾽ ἕκαστον, ἀλλὰ σὺν τοῖσιν θεοῖς
1200ἀπὸ ληκυθίου σου τοὺς προλόγους διαφθερῶ.

Εὐριπίδης

ἀπὸ ληκυθίου σὺ τοὺς ἐμούς;

Αἰσχύλος
ἑνὸς μόνου.
ποιεῖς γὰρ οὕτως ὥστ᾽ ἐναρμόττειν ἅπαν,
καὶ κῳδάριον καὶ ληκύθιον καὶ θύλακον,
ἐν τοῖς ἰαμβείοισι. δείξω δ᾽ αὐτίκα.

Εὐριπίδης

1205ἰδού, σὺ δείξεις;

Αἰσχύλος
φημί.

Διόνυσος
καὶ δὴ χρὴ λέγειν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: