previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Εὐριπίδης

Αἴγυπτος, ὡς πλεῖστος ἔσπαρται λόγος,
ξὺν παισὶ πεντήκοντα ναυτίλῳ πλάτῃ
Ἄργος κατασχών

Αἰσχύλος
ληκύθιον ἀπώλεσεν.

Διόνυσος

τουτὶ τί ἦν τὸ ληκύθιον; οὐ κλαύσεται;
1210λέγ᾽ ἕτερον αὐτῷ πρόλογον, ἵνα καὶ γνῶ πάλιν.

Εὐριπίδης

Διόνυσος, ὃς θύρσοισι καὶ νεβρῶν δοραῖς
καθαπτὸς ἐν πεύκαισι Παρνασσὸν κάτα
πηδᾷ χορεύων’—

Αἰσχύλος
ληκύθιον ἀπώλεσεν.

Διόνυσος

οἴμοι πεπλήγμεθ᾽ αὖθις ὑπὸ τῆς ληκύθου.

Εὐριπίδης

1215ἀλλ᾽ οὐδὲν ἔσται πρᾶγμα: πρὸς γὰρ τουτονὶ
τὸν πρόλογον οὐχ ἕξει προσάψαι λήκυθον.
οὐκ ἔστιν ὅστις πάντ᾽ ἀνὴρ εὐδαιμονεῖ:
γὰρ πεφυκὼς ἐσθλὸς οὐκ ἔχει βίον,
δυσγενὴς ὤν’—

Αἰσχύλος
ληκύθιον ἀπώλεσεν.

Διόνυσος

1220Εὐριπίδη

Εὐριπίδης
τί ἔσθ᾽;

Διόνυσος
ὑφέσθαι μοι δοκεῖ:
τὸ ληκύθιον γὰρ τοῦτο πνευσεῖται πολύ.

Εὐριπίδης

οὐδ᾽ ἂν μὰ τὴν Δήμητρα φροντίσαιμί γε:
νυνὶ γὰρ αὐτοῦ τοῦτό γ᾽ ἐκκεκόψεται.

Διόνυσος

ἴθι δὴ λέγ᾽ ἕτερον κἀπέχου τῆς ληκύθου.

Εὐριπίδης

1225Σιδώνιόν ποτ᾽ ἄστυ Κάδμος ἐκλιπὼν
Ἀγήνορος παῖς’—

Αἰσχύλος
ληκύθιον ἀπώλεσεν.

Διόνυσος

δαιμόνι᾽ ἀνδρῶν ἀποπρίω τὴν λήκυθον,
ἵνα μὴ διακναίσῃ τοὺς προλόγους ἡμῶν.

Εὐριπίδης
τὸ τί;
ἐγὼ πρίωμαι τῷδ᾽;

Διόνυσος
ἐὰν πείθῃ γ᾽ ἐμοί.

Εὐριπίδης

1230οὐ δῆτ᾽, ἐπεὶ πολλοὺς προλόγους ἕξω λέγειν
ἵν᾽ οὗτος οὐχ ἕξει προσάψαι ληκύθιον.
Πέλοψ Ταντάλειος ἐς Πῖσαν μολὼν
θοαῖσιν ἵπποις’—

Αἰσχύλος
ληκύθιον ἀπώλεσεν.

Διόνυσος

ὁρᾷς, προσῆψεν αὖθις αὖ τὴν λήκυθον.
1235ἀλλ᾽ ὦγάθ᾽ ἔτι καὶ νῦν ἀπόδος πάσῃ τέχνῃ:
λήψει γὰρ ὀβολοῦ πάνυ καλήν τε κἀγαθήν.

Εὐριπίδης

μὰ τὸν Δί᾽ οὔπω γ᾽: ἔτι γὰρ εἰσί μοι συχνοί.
Οἰνεύς ποτ᾽ ἐκ γῆς’—

Αἰσχύλος
ληκύθιον ἀπώλεσεν.

Εὐριπίδης

ἔασον εἰπεῖν πρῶθ᾽ ὅλον με τὸν στίχον.
1240Οἰνεύς ποτ᾽ ἐκ γῆς πολύμετρον λαβὼν στάχυν
θύων ἀπαρχάς’—

Αἰσχύλος
ληκύθιον ἀπώλεσεν.

Διόνυσος

μεταξὺ θύων; καὶ τίς αὔθ᾽ ὑφείλετο;

Εὐριπίδης

ἔα αὐτὸν τᾶν: πρὸς τοδὶ γὰρ εἰπάτω.
Ζεύς, ὡς λέλεκται τῆς ἀληθείας ὕπο’—

Διόνυσος

1245ἀπολεῖ σ᾽: ἐρεῖ γάρ, ‘ληκύθιον ἀπώλεσεν.’
τὸ ληκύθιον γὰρ τοῦτ᾽ ἐπὶ τοῖς προλόγοισί σου
ὥσπερ τὰ σῦκ᾽ ἐπὶ τοῖσιν ὀφθαλμοῖς ἔφυ.
ἀλλ᾽ ἐς τὰ μέλη πρὸς τῶν θεῶν αὐτοῦ τραποῦ.

Εὐριπίδης

καὶ μὴν ἔχω γ᾽ οἷς αὐτὸν ἀποδείξω κακὸν
1250μελοποιὸν ὄντα καὶ ποιοῦντα ταὔτ᾽ ἀεί.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: