previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Χορός

τί ποτε πρᾶγμα γενήσεται;
φροντίζειν γὰρ ἔγωγ᾽ ἔχω,
τίν᾽ ἄρα μέμψιν ἐποίσει
ἀνδρὶ τῷ πολὺ πλεῖστα δὴ
1255καὶ κάλλιστα μέλη ποιήσαντι
τῶν μέχρι νυνί.
θαυμάζω γὰρ ἔγωγ᾽ ὅπῃ
μέμψεταί ποτε τοῦτον
τὸν Βακχεῖον ἄνακτα,
1260καὶ δέδοιχ᾽ ὑπὲρ αὐτοῦ.

Εὐριπίδης

πάνυ γε μέλη θαυμαστά: δείξει δὴ τάχα.
εἰς ἓν γὰρ αὐτοῦ πάντα τὰ μέλη ξυντεμῶ.

Διόνυσος

καὶ μὴν λογιοῦμαι ταῦτα τῶν ψήφων λαβών: (διαύλιον προσαυλεῖ τις


Εὐριπίδης

Φθιῶτ᾽ Ἀχιλλεῦ, τί ποτ᾽ ἀνδροδάικτον ἀκούων
1265ἰὴ κόπον οὐ πελάθεις ἐπ᾽ ἀρωγάν;
Ἑρμᾶν μὲν πρόγονον τίομεν γένος οἱ περὶ λίμναν.
ἰὴ κόπον οὐ πελάθεις ἐπ᾽ ἀρωγάν;


Διόνυσος

δύο σοὶ κόπω Αἰσχύλε τούτω.


Εὐριπίδης

1270κύδιστ᾽ Ἀχαιῶν Ἀτρέως πολυκοίρανε μάνθανέ μου παῖ.
ἰὴ κόπον οὐ πελάθεις ἐπ᾽ ἀρωγάν;


Διόνυσος

τρίτος ᾠσχύλε σοὶ κόπος οὗτος.


Εὐριπίδης

εὐφαμεῖτε: μελισσονόμοι δόμον Ἀρτέμιδος πέλας οἴγειν.
1275ἰὴ κόπον οὐ πελάθεις ἐπ᾽ ἀρωγάν;
κύριός εἰμι θροεῖν ὅδιον κράτος αἴσιον ἀνδρῶν.
ἰὴ κόπον οὐ πελάθεις ἐπ᾽ ἀρωγάν;

Διόνυσος

Ζεῦ βασιλεῦ τὸ χρῆμα τῶν κόπων ὅσον.
ἐγὼ μὲν οὖν ἐς τὸ βαλανεῖον βούλομαι:
1280ὑπὸ τῶν κόπων γὰρ τὼ νεφρὼ βουβωνιῶ.

Εὐριπίδης

μὴ πρίν γ᾽ ἂν ἀκούσῃς χἀτέραν στάσιν μελῶν
ἐκ τῶν κιθαρῳδικῶν νόμων εἰργασμένην.

Διόνυσος

ἴθι δὴ πέραινε, καὶ κόπον μὴ προστίθει.


Εὐριπίδης

1285ὅπως Ἀχαιῶν δίθρονον κράτος, Ἑλλάδος ἥβας,
τοφλαττοθρατ τοφλαττοθρατ,
Σφίγγα δυσαμεριᾶν πρύτανιν κύνα, πέμπει,
τοφλαττοθρατ τοφλαττοθρατ,
σὺν δορὶ καὶ χερὶ πράκτορι θούριος ὄρνις,
1290τοφλαττοθρατ τοφλαττοθρατ,
κυρεῖν παρασχὼν ἰταμαῖς κυσὶν ἀεροφοίτοις,
τοφλαττοθρατ τοφλαττοθρατ,
τὸ συγκλινές τ᾽ ἐπ᾽ Αἴαντι,
1295τοφλαττοθρατ τοφλαττοθρατ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Trachiniae, 217
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: