previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Αἰσχύλος

ἀλκυόνες, αἳ παρ᾽ ἀενάοις θαλάσσης
1310κύμασι στωμύλλετε,
τέγγουσαι νοτίοις πτερῶν
ῥανίσι χρόα δροσιζόμεναι:
αἵ θ᾽ ὑπωρόφιοι κατὰ γωνίας
εἱειειειλίσσετε δακτύλοις φάλαγγες
1315ἱστόπονα πηνίσματα,
κερκίδος ἀοιδοῦ μελέτας,
ἵν᾽ φίλαυλος ἔπαλλε δελφὶς
πρῴραις κυανεμβόλοις
μαντεῖα καὶ σταδίους,
1320οἰνάνθας γάνος ἀμπέλου,
βότρυος ἕλικα παυσίπονον.
περίβαλλ᾽ τέκνον ὠλένας.
ὁρᾷς τὸν πόδα τοῦτον;


Διόνυσος
ὁρῶ.


Αἰσχύλος

τί δαί; τοῦτον ὁρᾷς;


Διόνυσος
ὁρῶ.


Αἰσχύλος

1325τοιαυτὶ μέντοι σὺ ποιῶν
τολμᾷς τἀμὰ μέλη ψέγειν,
ἀνὰ τὸ δωδεκαμήχανον
Κυρήνης μελοποιῶν;
τὰ μὲν μέλη σου ταῦτα: βούλομαι δ᾽ ἔτι
1330τὸν τῶν μονῳδιῶν διεξελθεῖν τρόπον.
νυκτὸς κελαινοφαὴς
ὄρφνα, τίνα μοι
δύστανον ὄνειρον
πέμπεις ἐξ ἀφανοῦς,
Ἀίδα πρόμολον,
ψυχὰν ἄψυχον ἔχοντα,
1335μελαίνας Νυκτὸς παῖδα,
φρικώδη δεινὰν ὄψιν,
μελανονεκυείμονα,
φόνια φόνια δερκόμενον,
μεγάλους ὄνυχας ἔχοντα.
ἀλλά μοι ἀμφίπολοι λύχνον ἅψατε
κάλπισί τ᾽ ἐκ ποταμῶν δρόσον ἄρατε, θέρμετε δ᾽ ὕδωρ,
1340ὡς ἂν θεῖον ὄνειρον ἀποκλύσω.
ἰὼ πόντιε δαῖμον,
τοῦτ᾽ ἐκεῖν᾽: ἰὼ ξύνοικοι,
τάδε τέρα θεάσασθε.
τὸν ἀλεκτρυόνα μου συναρπάσασα
φρούδη Γλύκη.
Νύμφαι ὀρεσσίγονοι.
1345 Μανία ξύλλαβε.
ἐγὼ δ᾽ τάλαινα προσέχουσ᾽ ἔτυχον
ἐμαυτῆς ἔργοισι,
λίνου μεστὸν ἄτρακτον
εἱειειειλίσσουσα χεροῖν
κλωστῆρα ποιοῦσ᾽, ὅπως
1350κνεφαῖος εἰς ἀγορὰν
φέρουσ᾽ ἀποδοίμαν:
δ᾽ ἀνέπτατ᾽ ἀνέπτατ᾽ ἐς αἰθέρα
κουφοτάταις πτερύγων ἀκμαῖς:
ἐμοὶ δ᾽ ἄχε᾽ ἄχεα κατέλιπε,
δάκρυα δάκρυά τ᾽ ἀπ᾽ ὀμμάτων
1355ἔβαλον ἔβαλον τλάμων.
ἀλλ᾽ Κρῆτες, Ἴδας τέκνα,
τὰ τόξα λαβόντες ἐπαμύνατε,
τὰ κῶλά τ᾽ ἀμπάλλετε κυκλούμενοι τὴν οἰκίαν.
ἅμα δὲ Δίκτυννα παῖς Ἄρτεμις καλὰ
1360τὰς κυνίσκας ἔχουσ᾽ ἐλθέτω διὰ δόμων πανταχῇ,
σὺ δ᾽ Διὸς διπύρους ἀνέχουσα
λαμπάδας ὀξυτάτας χεροῖν Ἑκάτα παράφηνον
ἐς Γλύκης, ὅπως ἂν
εἰσελθοῦσα φωράσω.

Διόνυσος

παύσασθον ἤδη τῶν μελῶν.

Αἰσχύλος
κἄμοιγ᾽ ἅλις.
1365ἐπὶ τὸν σταθμὸν γὰρ αὐτὸν ἀγαγεῖν βούλομαι,
ὅπερ ἐξελέγξει τὴν ποίησιν νῷν μόνον.
τὸ γὰρ βάρος νὼ βασανιεῖ τῶν ῥημάτων.

Διόνυσος

ἴτε δεῦρό νυν, εἴπερ γε δεῖ καὶ τοῦτό με
ἀνδρῶν ποιητῶν τυροπωλῆσαι τέχνην.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references to this page (1):
    • Raphael Kühner, Bernhard Gerth, Ausführliche Grammatik der griechischen Sprache, KG 1.4.2
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: