previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Διόνυσος

ἴθι δὴ παρίστασθον παρὰ τὼ πλάστιγγ᾽,

Αἰσχύλος καί Εὐριπίδης
ἰδού.

Διόνυσος

καὶ λαβομένω τὸ ῥῆμ᾽ ἑκάτερος εἴπατον,
1380καὶ μὴ μεθῆσθον, πρὶν ἂν ἐγὼ σφῷν κοκκύσω.

Αἰσχύλος καὶ Εὐριπίδης

ἐχόμεθα.

Διόνυσος
τοὔπος νῦν λέγετον ἐς τὸν σταθμόν.

Εὐριπίδης

εἴθ᾽ ὤφελ᾽ Ἀργοῦς μὴ διαπτάσθαι σκάφος.’

Αἰσχύλος

Σπερχειὲ ποταμὲ βουνόμοι τ᾽ ἐπιστροφαί.’

Διόνυσος

κόκκυ, μέθεσθε: καὶ πολύ γε κατωτέρω
1385χωρεῖ τὸ τοῦδε.

Εὐριπίδης
καὶ τί ποτ᾽ ἐστὶ ταἴτιον;

Διόνυσος

ὅτι εἰσέθηκε ποταμόν, ἐριοπωλικῶς
ὑγρὸν ποιήσας τοὔπος ὥσπερ τἄρια,
σὺ δ᾽ εἰσέθηκας τοὔπος ἐπτερωμένον.

Εὐριπίδης

ἀλλ᾽ ἕτερον εἰπάτω τι κἀντιστησάτω.

Διόνυσος

1390λάβεσθε τοίνυν αὖθις.

Αἰσχύλος καί Εὐριπίδης
ἢν ἰδού.

Διόνυσος
λέγε.

Εὐριπίδης

οὐκ ἔστι Πειθοῦς ἱερὸν ἄλλο πλὴν λόγος.’

Αἰσχύλος

μόνος θεῶν γὰρ Θάνατος οὐ δώρων ἐρᾷ.’

Διόνυσος

μέθεσθε μέθεσθε: καὶ τὸ τοῦδέ γ᾽ αὖ ῥέπει:
θάνατον γὰρ εἰσέθηκε βαρύτατον κακόν.

Εὐριπίδης

1395ἐγὼ δὲ πειθώ γ᾽ ἔπος ἄριστ᾽ εἰρημένον.

Διόνυσος

πειθὼ δὲ κοῦφόν ἐστι καὶ νοῦν οὐκ ἔχον.
ἀλλ᾽ ἕτερον αὖ ζήτει τι τῶν βαρυστάθμων,
τι σοι καθέλξει, καρτερόν τε καὶ μέγα.

Εὐριπίδης

φέρε ποῦ τοιοῦτον δῆτά μοὐστί; ποῦ;

Διόνυσος
φράσω:
1400βέβληκ᾽ Ἀχιλλεὺς δύο κύβω καὶ τέτταρα.’
λέγοιτ᾽ ἄν, ὡς αὕτη 'στὶ λοιπὴ σφῷν στάσις.

Εὐριπίδης

σιδηροβριθές τ᾽ ἔλαβε δεξιᾷ ξύλον.’

Αἰσχύλος

ἐφ᾽ ἅρματος γὰρ ἅρμα καὶ νεκρῷ νεκρός.’

Διόνυσος

ἐξηπάτηκεν αὖ σὲ καὶ νῦν.

Εὐριπίδης
τῷ τρόπῳ;

Διόνυσος

1405δύ᾽ ἅρματ᾽ εἰσέθηκε καὶ νεκρὼ δύο,
οὓς οὐκ ἂν ἄραιντ᾽ οὐδ᾽ ἑκατὸν Αἰγύπτιοι.

Αἰσχύλος

καὶ μηκέτ᾽ ἔμοιγε κατ᾽ ἔπος, ἀλλ᾽ ἐς τὸν σταθμὸν
αὐτὸς τὰ παιδί᾽ γυνὴ Κηφισοφῶν
ἐμβὰς καθήσθω, συλλαβὼν τὰ βιβλία:
1410ἐγὼ δὲ δύ᾽ ἔπη τῶν ἐμῶν ἐρῶ μόνον.

Διόνυσος

ἅνδρες φίλοι, κἀγὼ μὲν αὐτοὺς οὐ κρινῶ.
οὐ γὰρ δι᾽ ἔχθρας οὐδετέρῳ γενήσομαι.
τὸν μὲν γὰρ ἡγοῦμαι σοφὸν τῷ δ᾽ ἥδομαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: