previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἡρακλῆς

σχέτλιε τολμήσεις γὰρ ἰέναι καὶ σύ γε;

Διόνυσος

μηδὲν ἔτι πρὸς ταῦτ᾽, ἀλλὰ φράζε τῶν ὁδῶν
ὅπῃ τάχιστ᾽ ἀφιζόμεθ᾽ εἰς Ἅιδου κάτω:
καὶ μήτε θερμὴν μήτ᾽ ἄγαν ψυχρὰν φράσῃς.

Ἡρακλῆς

120φέρε δὴ τίν᾽ αὐτῶν σοι φράσω πρώτην; τίνα;
μία μὲν γὰρ ἔστιν ἀπὸ κάλω καὶ θρανίου,
κρεμάσαντι σαυτόν.

Διόνυσος
παῦε, πνιγηρὰν λέγεις.

Ἡρακλῆς

ἀλλ᾽ ἔστιν ἀτραπὸς ξύντομος τετριμμένη
διὰ θυείας.

Διόνυσος
ἆρα κώνειον λέγεις;

Ἡρακλῆς

125μάλιστά γε.

Διόνυσος
ψυχράν γε καὶ δυσχείμερον:
εὐθὺς γὰρ ἀποπήγνυσι τἀντικνήμια.

Ἡρακλῆς

βούλει κατάντη καὶ ταχεῖαν σοι φράσω;

Διόνυσος

νὴ τὸν Δί᾽ ὡς ὄντος γε μὴ βαδιστικοῦ.

Ἡρακλῆς

καθέρπυσόν νυν ἐς Κεραμεικόν.

Διόνυσος
κᾆτα τί;

Ἡρακλῆς

ἀναβὰς ἐπὶ τὸν πύργον τὸν ὑψηλόν

Διόνυσος
τί δρῶ;

Ἡρακλῆς

ἀφιεμένην τὴν λαμπάδ᾽ ἐντεῦθεν θεῶ,
κἄπειτ᾽ ἐπειδὰν θῶσιν οἱ θεώμενοι
εἷναι,’ τόθ᾽ εἷναι καὶ σὺ σαυτόν.

Διόνυσος
ποῖ

Ἡρακλῆς
κάτω.

Διόνυσος

ἀλλ᾽ ἀπολέσαιμ᾽ ἂν ἐγκεφάλου θρίω δύο.
οὐκ ἂν βαδίσαιμι τὴν ὁδὸν ταύτην.

Ἡρακλῆς
τί δαί;

Διόνυσος

ἥνπερ σὺ τότε κατῆλθες.

Ἡρακλῆς
ἀλλ᾽ πλοῦς πολύς.
εὐθὺς γὰρ ἐπὶ λίμνην μεγάλην ἥξεις πάνυ
ἄβυσσον.

Διόνυσος
εἶτα πῶς περαιωθήσομαι;

Ἡρακλῆς

ἐν πλοιαρίῳ τυννουτῳί σ᾽ ἀνὴρ γέρων
140ναύτης διάξει δύ᾽ ὀβολὼ μισθὸν λαβών.

Διόνυσος

φεῦ,
ὡς μέγα δύνασθον πανταχοῦ τὼ δύ᾽ ὀβολώ.
πῶς ἠλθέτην κἀκεῖσε;

Ἡρακλῆς
Θησεὺς ἤγαγεν.
μετὰ ταῦτ᾽ ὄφεις καὶ θηρί᾽ ὄψει μυρία
δεινότατα.

Διόνυσος
μή μ᾽ ἔκπληττε μηδὲ δειμάτου:
οὐ γάρ μ᾽ ἀποτρέψεις.

Ἡρακλῆς
εἶτα βόρβορον πολὺν
καὶ σκῶρ ἀείνων: ἐν δὲ τούτῳ κειμένους,
εἴ που ξένον τις ἠδίκησε πώποτε,
παῖδα κινῶν τἀργύριον ὑφείλετο,
μητέρ᾽ ἠλόασεν, πατρὸς γνάθον
150ἐπάταξεν, 'πίορκον ὅρκον ὤμοσεν,
Μορσίμου τις ῥῆσιν ἐξεγράψατο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: