previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Πλούτων

1500ἄγε δὴ χαίρων Αἰσχύλε χώρει,
καὶ σῷζε πόλιν τὴν ἡμετέραν
γνώμαις ἀγαθαῖς καὶ παίδευσον
τοὺς ἀνοήτους: πολλοὶ δ᾽ εἰσίν:
καὶ δὸς τουτὶ Κλεοφῶντι φέρων
1505καὶ τουτὶ τοῖσι πορισταῖς
Μύρμηκί θ᾽ ὁμοῦ καὶ Νικομάχῳ,
τόδε δ᾽ Ἀρχενόμῳ:
καὶ φράζ᾽ αὐτοῖς ταχέως ἥκειν
ὡς ἐμὲ δευρὶ καὶ μὴ μέλλειν:
1510κἂν μὴ ταχέως ἥκωσιν, ἐγὼ
νὴ τὸν Ἀπόλλω στίξας αὐτοὺς
καὶ συμποδίσας
μετ᾽ Ἀδειμάντου τοῦ Λευκολόφου
κατὰ γῆς ταχέως ἀποπέμψω.


Αἰσχύλος

1515ταῦτα ποιήσω: σὺ δὲ τὸν θᾶκον
τὸν ἐμὸν παράδος Σοφοκλεῖ τηρεῖν
καὶ διασῴζειν, ἢν ἄρ᾽ ἐγώ ποτε
δεῦρ᾽ ἀφίκωμαι. τοῦτον γὰρ ἐγὼ
σοφίᾳ κρίνω δεύτερον εἶναι.
1520μέμνησο δ᾽ ὅπως πανοῦργος ἀνὴρ
καὶ ψευδολόγος καὶ βωμολόχος
μηδέποτ᾽ ἐς τὸν θᾶκον τὸν ἐμὸν
μηδ᾽ ἄκων ἐγκαθεδεῖται.

Πλούτων

φαίνετε τοίνυν ὑμεῖς τούτῳ
1525λαμπάδας ἱεράς, χἄμα προπέμπετε
τοῖσιν τούτου τοῦτον μέλεσιν
καὶ μολπαῖσιν κελαδοῦντες.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: