previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Βάτραχοι

225βρεκεκεκὲξ κοὰξ κοάξ.

Διόνυσος

ἀλλ᾽ ἐξόλοισθ᾽ αὐτῷ κοάξ:
οὐδὲν γάρ ἐστ᾽ ἀλλ᾽ κοάξ.

Βάτραχοι

εἰκότως γ᾽ πολλὰ πράττων.
ἐμὲ γὰρ ἔστερξαν εὔλυροί τε Μοῦσαι
230καὶ κεροβάτας Πὰν καλαμόφθογγα παίζων:
προσεπιτέρπεται δ᾽ φορμικτὰς Ἀπόλλων,
ἕνεκα δόνακος, ὃν ὑπολύριον
ἔνυδρον ἐν λίμναις τρέφω.
235βρεκεκεκὲξ κοάξ κοάξ.

Διόνυσος

ἐγὼ δὲ φλυκταίνας γ᾽ ἔχω,
χὠ πρωκτὸς ἰδίει πάλαι,
κᾆτ᾽ αὐτίκ᾽ ἐκκύψας ἐρεῖ

Βάτραχοι

βρεκεκεκὲξ κοὰξ κοάξ.

Διόνυσος

240ἀλλ᾽ φιλῳδὸν γένος
παύσασθε.

Βάτραχοι
μᾶλλον μὲν οὖν
φθεγξόμεσθ᾽, εἰ δή ποτ᾽ εὐηλίοις
ἐν ἁμέραισιν
ἡλάμεσθα διὰ κυπείρου
καὶ φλέω, χαίροντες ᾠδῆς
245πολυκολύμβοισι μέλεσιν,
Διὸς φεύγοντες ὄμβρον
ἔνυδρον ἐν βυθῷ χορείαν
αἰόλαν ἐφθεγξάμεσθα
πομφολυγοπαφλάσμασιν.

Διόνυσος

βρεκεκεκὲξ κοὰξ κοάξ.
τουτὶ παρ᾽ ὑμῶν λαμβάνω.

Βάτραχοι

δεινά τἄρα πεισόμεσθα.

Διόνυσος

δεινότερα δ᾽ ἔγωγ᾽, ἐλαύνων
255εἰ διαρραγήσομαι.

Βάτραχοι

βρεκεκεκὲξ κοὰξ κοάξ.

Διόνυσος

οἰμώζετ᾽: οὐ γάρ μοι μέλει.

Βάτραχοι

ἀλλὰ μὴν κεκραξόμεσθά γ᾽
ὁπόσον φάρυξ ἂν ἡμῶν
260χανδάνῃ δι᾽ ἡμέρας.

Διόνυσος

βρεκεκεκὲξ κοὰξ κοάξ.
τούτῳ γὰρ οὐ νικήσετε.

Βάτραχοι

οὐδὲ μὴν ἡμᾶς σὺ πάντως.

Διόνυσος

οὐδὲ μὴν ὑμεῖς γ᾽ ἐμὲ
οὐδέποτε: κεκράξομαι γὰρ
265κἂν δέῃ δι᾽ ἡμέρας
βρεκεκεκὲξ κοὰξ κοάξ,
ἕως ἂν ὑμῶν ἐπικρατήσω τῷ κοάξ,
βρεκεκεκὲξ κοὰξ κοάξ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: