previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Διόνυσος

ἔμελλον ἄρα παύσειν ποθ᾽ ὑμᾶς τοῦ κοάξ.

Χάρων

παῦε παῦε, παραβαλοῦ τὼ κωπίω,
270ἔκβαιν᾽, ἀπόδος τὸν ναῦλον.

Διόνυσος
ἔχε δὴ τὠβολώ.
Ξανθίας. ποῦ Ξανθίας; Ξανθία.

Ξανθίας

ἰαῦ.

Διόνυσος
βάδιζε δεῦρο.

Ξανθίας
χαῖρ᾽ δέσποτα.

Διόνυσος

τί ἔστι τἀνταυθοῖ;

Ξανθίας
σκότος καὶ βόρβορος.

Διόνυσος

κατεῖδες οὖν που τοὺς πατραλοίας αὐτόθι
275καὶ τοὺς ἐπιόρκους, οὓς ἔλεγεν ἡμῖν;

Ξανθίας
σὺ δ᾽ οὔ;

Διόνυσος

νὴ τὸν Ποσειδῶ 'γωγε, καὶ νυνί γ᾽ ὁρῶ.
ἄγε δὴ τί δρῶμεν;

Ξανθίας
προϊέναι βέλτιστα νῷν,
ὡς οὗτος τόπος ἐστὶν οὗ τὰ θηρία
τὰ δείν᾽ ἔφασκ᾽ ἐκεῖνος.

Διόνυσος
ὡς οἰμώξεται.
280ἠλαζονεύεθ᾽ ἵνα φοβηθείην ἐγώ,
εἰδώς με μάχιμον ὄντα φιλοτιμούμενος.
οὐδὲν γὰρ οὕτω γαῦρόν ἐσθ᾽ ὡς Ἡρακλῆς.
ἐγὼ δέ γ᾽ εὐξαίμην ἂν ἐντυχεῖν τινι
λαβεῖν τ᾽ ἀγώνισμ᾽ ἄξιόν τι τῆς ὁδοῦ.

Ξανθίας

285νὴ τὸν Δία καὶ μὴν αἰσθάνομαι ψόφου τινός.

Διόνυσος

ποῦ ποῦ 'στιν;

Ξανθίας
ἐξόπισθεν.

Διόνυσος
ἐξόπισθ᾽ ἴθι.

Ξανθίας

ἀλλ᾽ ἐστὶν ἐν τῷ πρόσθε.

Διόνυσος
πρόσθε νυν ἴθι.

Ξανθίας

καὶ μὴν ὁρῶ νὴ τὸν Δία θηρίον μέγα.

Διόνυσος

ποῖόν τι;

Ξανθίας
δεινόν: παντοδαπὸν γοῦν γίγνεται
290τοτὲ μέν γε βοῦς, νυνὶ δ᾽ ὀρεύς, τοτὲ δ᾽ αὖ γυνὴ
ὡραιοτάτη τις.

Διόνυσος
ποῦ 'στι; φέρ᾽ ἐπ᾽ αὐτὴν ἴω.

Ξανθίας

ἀλλ᾽ οὐκέτ᾽ αὖ γυνή 'στιν, ἀλλ᾽ ἤδη κύων.

Διόνυσος

Ἔμπουσα τοίνυν ἐστί.

Ξανθίας
πυρὶ γοῦν λάμπεται
ἅπαν τὸ πρόσωπον.

Διόνυσος
καὶ σκέλος χαλκοῦν ἔχει;

Ξανθίας

295νὴ τὸν Ποσειδῶ, καὶ βολίτινον θάτερον,
σάφ᾽ ἴσθι.

Διόνυσος
ποῖ δῆτ᾽ ἂν τραποίμην;

Ξανθίας
ποῖ δ᾽ ἐγώ;

Διόνυσος

ἱερεῦ διαφύλαξόν μ᾽, ἵν᾽ σοι ξυμπότης.

Ξανθίας

ἀπολούμεθ᾽ ὦναξ Ἡράκλεις.

Διόνυσος
οὐ μὴ καλεῖς μ᾽
ὦνθρωφ᾽, ἱκετεύω, μηδὲ κατερεῖς τοὔνομα.

Ξανθίας

300Διόνυσε τοίνυν.

Διόνυσος
τοῦτό γ᾽ ἧττον θατέρου.
ἴθ᾽ ᾗπερ ἔρχει.

Ξανθίας
δεῦρο δεῦρ᾽ δέσποτα.

Διόνυσος

τί δ᾽ ἔστι;

Ξανθίας
θάρρει: πάντ᾽ ἀγαθὰ πεπράγαμεν,
ἔξεστί θ᾽ ὥσπερ Ἡγέλοχος ἡμῖν λέγειν,
ἐκ κυμάτων γὰρ αὖθις αὖ γαλῆν ὁρῶ.’
305ἥμπουσα φρούδη.

Διόνυσος
κατόμοσον.

Ξανθίας
νὴ τὸν Δία.

Διόνυσος

καὖθις κατόμοσον.

Ξανθίας
νὴ Δί᾽.

Διόνυσος
ὄμοσον.

Ξανθίας
νὴ Δία.

Διόνυσος

οἴμοι τάλας, ὡς ὠχρίασ᾽ αὐτὴν ἰδών.

Ξανθίας

ὁδὶ δὲ δείσας ὑπερεπυρρίασέ σου.

Διόνυσος

οἴμοι, πόθεν μοι τὰ κακὰ ταυτὶ προσέπεσεν;
310τίν᾽ αἰτιάσομαι θεῶν μ᾽ ἀπολλύναι;

Ξανθίας

αἰθέρα Διὸς δωμάτιον χρόνου πόδα;

αὐλεῖ τις ἔνδοθεν

Διόνυσος

οὗτος.

Ξανθίας
τί ἔστιν;

Διόνυσος
οὐ κατήκουσας;

Ξανθίας
τίνος;

Διόνυσος

αὐλῶν πνοῆς.

Ξανθίας
ἔγωγε, καὶ δᾴδων γέ με
αὔρα τις εἰσέπνευσε μυστικωτάτη.

Διόνυσος

315ἀλλ᾽ ἠρεμὶ πτήξαντες ἀκροασώμεθα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
  • Cross-references to this page (1):
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: