previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Ἄιακος

605ξυνδεῖτε ταχέως τουτονὶ τὸν κυνοκλόπον,
ἵνα δῷ δίκην: ἀνύετον.

Διόνυσος
ἥκει τῳ κακόν.

Ξανθίας

οὐκ ἐς κόρακας; μὴ πρόσιτον.

Ἄιακος
εἶεν, καὶ μάχει;
Διτύλας χὠ Σκεβλύας χὠ Παρδόκας
χωρεῖτε δευρὶ καὶ μάχεσθε τουτῳί.

Διόνυσος

610εἶτ᾽ οὐχὶ δεινὰ ταῦτα, τύπτειν τουτονὶ
κλέπτοντα πρὸς τἀλλότρια;

Ἄιακος
μἀλλ᾽ ὑπερφυᾶ.

Διόνυσος

σχέτλια μὲν οὖν καὶ δεινά.

Ξανθίας
καὶ μὴν νὴ Δία
εἰ πώποτ᾽ ἦλθον δεῦρ᾽, ἐθέλω τεθνηκέναι,
'κλεψα τῶν σῶν ἄξιόν τι καὶ τριχός.
615καί σοι ποιήσω πρᾶγμα γενναῖον πάνυ:
βασάνιζε γὰρ τὸν παῖδα τουτονὶ λαβών,
κἄν ποτέ μ᾽ ἕλῃς ἀδικοῦντ᾽, ἀπόκτεινόν μ᾽ ἄγων.

Ἄιακος

καὶ πῶς βασανίσω;

Ξανθίας
πάντα τρόπον, ἐν κλίμακι
δήσας κρεμάσας ὑστριχίδι μαστιγῶν, δέρων,
620στρεβλῶν, ἔτι δ᾽ ἐς τὰς ῥῖνας ὄξος ἐγχέων,
πλίνθους ἐπιτιθείς, πάντα τἄλλα, πλὴν πράσῳ
μὴ τύπτε τοῦτον μηδὲ γητείῳ νέῳ.

Ἄιακος

δίκαιος λόγος: κἄν τι πηρώσω γέ σου
τὸν παῖδα τύπτων, τἀργύριόν σοι κείσεται.

Ξανθίας

625μὴ δῆτ᾽ ἔμοιγ᾽. οὕτω δὲ βασάνιζ᾽ ἀπαγαγών.

Ἄιακος

αὐτοῦ μὲν οὖν, ἵνα σοὶ κατ᾽ ὀφθαλμοὺς λέγῃ.
κατάθου σὺ τὰ σκεύη ταχέως, χὤπως ἐρεῖς
ἐνταῦθα μηδὲν ψεῦδος.

Διόνυσος
ἀγορεύω τινὶ
ἐμὲ μὴ βασανίζειν ἀθάνατον ὄντ᾽: εἰ δὲ μή,
630αὐτὸς σεαυτὸν αἰτιῶ.

Ἄιακος
λέγεις δὲ τί;

Διόνυσος

ἀθάνατος εἶναί φημι Διόνυσος Διός,
τοῦτον δὲ δοῦλον.

Ἄιακος
ταῦτ᾽ ἀκούεις;

Ξανθίας
φήμ᾽ ἐγώ.
καὶ πολύ γε μᾶλλόν ἐστι μαστιγωτέος:
εἴπερ θεὸς γάρ ἐστιν, οὐκ αἰσθήσεται.

Διόνυσος

635τί δῆτ᾽, ἐπειδὴ καὶ σὺ φῂς εἶναι θεός,
οὐ καὶ σὺ τύπτει τὰς ἴσας πληγὰς ἐμοί;

Ξανθίας

δίκαιος λόγος: χὠπότερόν γ᾽ ἂν νῷν ἴδῃς
κλαύσαντα πρότερον προτιμήσαντά τι
τυπτόμενον, εἶναι τοῦτον ἡγοῦ μὴ θεόν.

Ἄιακος

640οὐκ ἔσθ᾽ ὅπως οὐκ εἶ σὺ γεννάδας ἀνήρ:
χωρεῖς γὰρ ἐς τὸ δίκαιον. ἀποδύεσθε δή.

Ξανθίας

πῶς οὖν βασανιεῖς νὼ δικαίως;

Ἄιακος
ῥᾳδίως:
πληγὴν παρὰ πληγὴν ἑκάτερον.

Ξανθίας
καλῶς λέγεις.

Ἄιακος

ἰδού.

Ξανθίας
σκόπει νυν ἤν μ᾽ ὑποκινήσαντ᾽ ἴδῃς.

Ἄιακος

645ἤδη 'πάταξά σ᾽.

Ξανθίας
οὐ μὰ Δί᾽.

Ἄιακος
οὐδ᾽ ἐμοὶ δοκεῖς.
ἀλλ᾽ εἶμ᾽ ἐπὶ τονδὶ καὶ πατάξω.

Διόνυσος
πηνίκα;

Ἄιακος

καὶ δὴ 'πάταξα.

Διόνυσος
κᾆτα πῶς οὐκ ἔπταρον;

Ἄιακος

οὐκ οἶδα: τουδὶ δ᾽ αὖθις ἀποπειράσομαι.

Ξανθίας

οὔκουν ἀνύσεις τι; ἀτταταῖ.

Ἄιακος
τί τἀτταταῖ;
650μῶν ὠδυνήθης;

Ξανθίας
οὐ μὰ Δί᾽ ἀλλ᾽ ἐφρόντισα
ὁπόθ᾽ Ἡράκλεια τἀν Διομείοις γίγνεται.

Ἄιακος

ἅνθρωπος ἱερός. δεῦρο πάλιν βαδιστέον.

Διόνυσος

ἰοὺ ἰού.

Ἄιακος
τί ἔστιν;

Διόνυσος
ἱππέας ὁρῶ.

Ἄιακος

τί δῆτα κλάεις;

Διόνυσος
κρομμύων ὀσφραίνομαι.

Ἄιακος

655ἐπεὶ προτιμᾷς γ᾽ οὐδέν.

Διόνυσος
οὐδέν μοι μέλει.

Ἄιακος

βαδιστέον τἄρ᾽ ἐστὶν ἐπὶ τονδὶ πάλιν.

Ξανθίας

οἴμοι.

Ἄιακος
τί ἔστι;

Ξανθίας
τὴν ἄκανθαν ἐξελε.

Ἄιακος

τί τὸ πρᾶγμα τουτί; δεῦρο πάλιν βαδιστέον.

Διόνυσος

Ἄπολλονὅς που Δῆλον Πυθῶν᾽ ἔχεις.

Ξανθίας

660ἤλγησεν: οὐκ ἤκουσας;

Διόνυσος
οὐκ ἔγωγ᾽, ἐπεὶ
ἴαμβον Ἱππώνακτος ἀνεμιμνῃσκόμην.

Ξανθίας

οὐδὲν ποιεῖς γάρ: ἀλλὰ τὰς λαγόνας σπόδει.

Ἄιακος

μὰ τὸν Δί᾽ ἀλλ᾽ ἤδη πάρεχε τὴν γαστέρα.

Διόνυσος

Πόσειδον

Ξανθίας
ἤλγησέν τις.

Διόνυσος

665ὃς Αἰγαίου πρῶνας γλαυκᾶς μέδεις ἁλὸς ἐν βένθεσιν.

Ἄιακος

οὔ τοι μὰ τὴν Δήμητρα δύναμαί πω μαθεῖν
ὁπότερος ὑμῶν ἐστι θεός. ἀλλ᾽ εἴσιτον:
670 δεσπότης γὰρ αὐτὸς ὑμᾶς γνώσεται
χἠ Φερρέφατθ᾽, ἅτ᾽ ὄντε κἀκείνω θεώ.

Διόνυσος

ὀρθῶς λέγεις: ἐβουλόμην δ᾽ ἂν τοῦτό σε
πρότερον νοῆσαι, πρὶν ἐμὲ τὰς πληγὰς λαβεῖν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Antigone, 893
  • Cross-references in general dictionaries to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: