previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἄιακος

νὴ τὸν Δία τὸν σωτῆρα γεννάδας ἀνὴρ
δεσπότης σου.

Ξανθίας
πῶς γὰρ οὐχὶ γεννάδας,
740ὅστις γε πίνειν οἶδε καὶ βινεῖν μόνον;

Ἄιακος

τὸ δὲ μὴ πατάξαι σ᾽ ἐξελεγχθέντ᾽ ἄντικρυς,
ὅτι δοῦλος ὢν ἔφασκες εἶναι δεσπότης.

Ξανθίας

ᾤμωξε μέντἄν.

Ἄιακος
τοῦτο μέντοι δουλικὸν
εὐθὺς πεποίηκας, ὅπερ ἐγὼ χαίρω ποιῶν.

Ξανθίας

745χαίρεις, ἱκετεύω;

Ἄιακος
μἀλλ᾽ ἐποπτεύειν δοκῶ,
ὅταν καταράσωμαι λάθρᾳ τῷ δεσπότῃ.

Ξανθίας

τί δὲ τονθορύζων, ἡνίκ᾽ ἂν πληγὰς λαβὼν
πολλὰς ἀπίῃς θύραζε;

Ἄιακος
καὶ τοῦθ᾽ ἥδομαι.

Ξανθίας

τί δὲ πολλὰ πράττων;

Ἄιακος
ὡς μὰ Δί᾽ οὐδὲν οἶδ᾽ ἐγώ.

Ξανθίας

750ὁμόγνιε Ζεῦ: καὶ παρακούων δεσποτῶν
ἅττ᾽ ἂν λαλῶσι;

Ἄιακος
μἀλλὰ πλεῖν μαίνομαι.

Ξανθίας

τί δὲ τοῖς θύραζε ταῦτα καταλαλῶν;

Ἄιακος
ἐγώ;
μὰ Δί᾽ ἀλλ᾽ ὅταν δρῶ τοῦτο, κἀκμιαίνομαι.

Ξανθίας

Φοῖβ᾽ Ἄπολλον ἔμβαλέ μοι τὴν δεξιάν,
755καὶ δὸς κύσαι καὐτὸς κύσον, καί μοι φράσον
πρὸς Διός, ὃς ἡμῖν ἐστιν ὁμομαστιγίας,
τίς οὗτος οὕνδον ἐστὶ θόρυβος καὶ βοὴ
χὠ λοιδορησμός;

Ἄιακος
Αἰσχύλου κεὐριπίδου.

Ξανθίας

.

Ἄιακος
πρᾶγμα πρᾶγμα μέγα κεκίνηται μέγα
760ἐν τοῖς νεκροῖσι καὶ στάσις πολλὴ πάνυ.

Ξανθίας

ἐκ τοῦ;

Ἄιακος
νόμος τις ἐνθάδ᾽ ἐστὶ κείμενος
ἀπὸ τῶν τεχνῶν ὅσαι μεγάλαι καὶ δεξιαί,
τὸν ἄριστον ὄντα τῶν ἑαυτοῦ συντέχνων
σίτησιν αὐτὸν ἐν πρυτανείῳ λαμβάνειν
765θρόνον τε τοῦ Πλούτωνος ἑξῆς

Ξανθίας
μανθάνω.

Ἄιακος

ἕως ἀφίκοιτο τὴν τέχνην σοφώτερος
ἕτερός τις αὐτοῦ: τότε δὲ παραχωρεῖν ἔδει.

Ξανθίας

τί δῆτα τουτὶ τεθορύβηκεν Αἰσχύλον;

Ἄιακος

ἐκεῖνος εἶχε τὸν τραγῳδικὸν θρόνον,
770ὡς ὢν κράτιστος τὴν τέχνην.

Ξανθίας
νυνὶ δὲ τίς;

Ἄιακος

ὅτε δὴ κατῆλθ᾽ Εὐριπίδης, ἐπεδείκνυτο
τοῖς λωποδύταις καὶ τοῖσι βαλλαντιοτόμοις
καὶ τοῖσι πατραλοίαισι καὶ τοιχωρύχοις,
ὅπερ ἔστ᾽ ἐν Ἅιδου πλῆθος, οἱ δ᾽ ἀκροώμενοι
775τῶν ἀντιλογιῶν καὶ λυγισμῶν καὶ στροφῶν
ὑπερεμάνησαν κἀνόμισαν σοφώτατον:
κἄπειτ᾽ ἐπαρθεὶς ἀντελάβετο τοῦ θρόνου,
ἵν᾽ Αἰσχύλος καθῆστο.

Ξανθίας
κοὐκ ἐβάλλετο;

Ἄιακος

μὰ Δί᾽ ἀλλ᾽ δῆμος ἀνεβόα κρίσιν ποιεῖν
780ὁπότερος εἴη τὴν τέχνην σοφώτερος.

Ξανθίας

τῶν πανούργων;

Ἄιακος
νὴ Δί᾽ οὐράνιόν γ᾽ ὅσον.

Ξανθίας

μετ᾽ Αἰσχύλου δ᾽ οὐκ ἦσαν ἕτεροι σύμμαχοι;

Ἄιακος

ὀλίγον τὸ χρηστόν ἐστιν, ὥσπερ ἐνθάδε.

Ξανθίας

τί δῆθ᾽ Πλούτων δρᾶν παρασκευάζεται;

Ἄιακος

785ἀγῶνα ποιεῖν αὐτίκα μάλα καὶ κρίσιν
κἄλεγχον αὐτῶν τῆς τέχνης.

Ξανθίας
κἄπειτα πῶς
οὐ καὶ Σοφοκλέης ἀντελάβετο τοῦ θρόνου;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
  • Cross-references to this page (2):
    • Raphael Kühner, Friedrich Blass, Ausführliche Grammatik der Griechischen Sprache, A. Vokale.
    • A Dictionary of Greek and Roman Antiquities (1890), ELEUSINIA
  • Cross-references in general dictionaries to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: