previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἄιακος

μὰ Δί᾽ οὐκ ἐκεῖνος, ἀλλ᾽ ἔκυσε μὲν Αἰσχύλον,
ὅτε δὴ κατῆλθε, κἀνέβαλε τὴν δεξιάν,
790κἀκεῖνος ὑπεχώρησεν αὐτῷ τοῦ θρόνου:
νυνὶ δ᾽ ἔμελλεν, ὡς ἔφη Κλειδημίδης,
ἔφεδρος καθεδεῖσθαι: κἂν μὲν Αἰσχύλος κρατῇ,
ἕξειν κατὰ χώραν: εἰ δὲ μή, περὶ τῆς τέχνης
διαγωνιεῖσθ᾽ ἔφασκε πρός γ᾽ Εὐριπίδην.

Ξανθίας

795τὸ χρῆμ᾽ ἄρ᾽ ἔσται;

Ἄιακος
νὴ Δί᾽ ὀλίγον ὕστερον.
κἀνταῦθα δὴ τὰ δεινὰ κινηθήσεται.
καὶ γὰρ ταλάντῳ μουσικὴ σταθμήσεται

Ξανθίας

τί δέ; μειαγωγήσουσι τὴν τραγῳδίαν;

Ἄιακος

καὶ κανόνας ἐξοίσουσι καὶ πήχεις ἐπῶν
800καὶ πλαίσια ξύμπτυκτα

Ξανθίας
πλινθεύσουσι γάρ;

Ἄιακος

καὶ διαμέτρους καὶ σφῆνας. γὰρ Εὐριπίδης
κατ᾽ ἔπος βασανιεῖν φησι τὰς τραγῳδίας.

Ξανθίας

που βαρέως οἶμαι τὸν Αἰσχύλον φέρειν.

Ἄιακος

ἔβλεψε γοῦν ταυρηδὸν ἐγκύψας κάτω.

Ξανθίας

805κρινεῖ δὲ δὴ τίς ταῦτα;

Ἄιακος
τοῦτ᾽ ἦν δύσκολον:
σοφῶν γὰρ ἀνδρῶν ἀπορίαν ηὑρισκέτην.
οὔτε γὰρ Ἀθηναίοισι συνέβαιν᾽ Αἰσχύλος

Ξανθίας

πολλοὺς ἴσως ἐνόμιζε τοὺς τοιχωρύχους.

Ἄιακος

λῆρόν τε τἄλλ᾽ ἡγεῖτο τοῦ γνῶναι πέρι
810φύσεις ποιητῶν: εἶτα τῷ σῷ δεσπότῃ
ἐπέτρεψαν, ὁτιὴ τῆς τέχνης ἔμπειρος ἦν.
ἀλλ᾽ εἰσίωμεν: ὡς ὅταν γ᾽ οἱ δεσπόται
ἐσπουδάκωσι, κλαύμαθ᾽ ἡμῖν γίγνεται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Antigone, 718
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: