previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Γραῦς Β

αὕτη σὺ ποῖ τονδὶ παραβᾶσα τὸν νόμον
1050ἕλκεις, παρ᾽ ἐμοὶ τῶν γραμμάτων εἰρηκότων
πρότερον καθεύδειν αὐτόν;

Νεανίας
οἴμοι δείλαιος.
πόθεν ἐξέκυψας κάκιστ᾽ ἀπολουμένη;
τοῦτο γὰρ ἐκείνου τὸ κακὸν ἐξωλέστερον.

Γραῦς Β

βάδιζε δεῦρο.

Νεανίας
μηδαμῶς με περιίδῃς
1055ἑλκόμενον ὑπὸ τῆσδ᾽ ἀντιβολῶ σ᾽.

Γραῦς Β
ἀλλ᾽ οὐκ ἐγώ,
ἀλλ᾽ νόμος ἕλκει σ᾽.

Νεανίας
οὐκ ἐμέ γ᾽, ἀλλ᾽ ἔμπουσά τις
ἐξ αἵματος φλύκταιναν ἠμφιεσμένη.

Γραῦς Β

ἕπου μαλακίων δεῦρ᾽ ἀνύσας καὶ μὴ λάλει.

Νεανίας

ἴθι νυν ἔασον εἰς ἄφοδον πρώτιστά με
1060ἐλθόντα θαρρῆσαι πρὸς ἐμαυτόν: εἰ δὲ μή,
αὐτοῦ τι δρῶντα πυρρὸν ὄψει μ᾽ αὐτίκα
ὑπὸ τοῦ δέους.

Γραῦς Β
θάρρει, βάδιζ᾽: ἔνδον χεσεῖ.

Νεανίας

δέδοικα κἀγὼ μὴ πλέον γ᾽ βούλομαι.
ἀλλ᾽ ἐγγυητάς σοι καταστήσω δύο
ἀξιόχρεως.

Γραῦς Β
μή μοι καθίστη.

Γραῦς Γ

1065ποῖ σὺ ποῖ
χωρεῖς μετὰ ταύτης;

Νεανίας
οὐκ ἔγωγ᾽, ἀλλ᾽ ἕλκομαι.
ἀτὰρ ἥτις εἶ γε, πόλλ᾽ ἀγαθὰ γένοιτό σοι,
ὅτι μ᾽ οὐπεριεῖδες ἐπιτριβέντ᾽. Ἡράκλεις
Πᾶνες Κορύβαντες Διοσκόρω,
1070τοῦτ᾽ αὖ πολὺ τούτου τὸ κακὸν ἐξωλέστερον.
ἀτὰρ τί τὸ πρᾶγμ᾽ ἔστ᾽ ἀντιβολῶ τουτί ποτε;
πότερον πίθηκος ἀνάπλεως ψιμυθίου,
γραῦς ἀνεστηκυῖα παρὰ τῶν πλειόνων;

Γραῦς Γ

μὴ σκῶπτέ μ᾽ ἀλλὰ δεῦρ᾽ ἕπου.

Γραῦς Β
δευρὶ μὲν οὖν.

Γραῦς Γ

1075ὡς οὐκ ἀφήσω σ᾽ οὐδέποτ᾽.

Γραῦς Β
οὐδὲ μὴν ἐγώ.

Νεανίας

διασπάσεσθέ μ᾽ κακῶς ἀπολούμεναι.

Γραῦς Β

ἐμοὶ γὰρ ἀκολουθεῖν σ᾽ ἔδει κατὰ τὸν νόμον.

Γραῦς Γ

οὐκ ἢν ἑτέρα γε γραῦς ἔτ᾽ αἰσχίων φανῇ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: