previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Βλέπυρος

τί τὸ πρᾶγμα; ποῖ ποθ᾽ γυνὴ φρούδη 'στί μοι;
ἐπεὶ πρὸς ἕω νῦν γ᾽ ἔστιν, δ᾽ οὐ φαίνεται.
ἐγὼ δὲ κατάκειμαι πάλαι χεζητιῶν,
τὰς ἐμβάδας ζητῶν λαβεῖν ἐν τῷ σκότῳ
315καὶ θοἰμάτιον: ὅτε δὴ δ᾽ ἐκεῖνο ψηλαφῶν
οὐκ ἐδυνάμην εὑρεῖν, δ᾽ ἤδη τὴν θύραν
ἐπεῖχε κρούων κοπρεαῖος, λαμβάνω
τουτὶ τὸ τῆς γυναικὸς ἡμιδιπλοίδιον,
καὶ τὰς ἐκείνης Περσικὰς ὑφέλκομαι.
320ἀλλ᾽ ἐν καθαρῷ ποῦ, ποῦ τις ἂν χέσας τύχοι;
πανταχοῦ τοι νυκτός ἐστιν ἐν καλῷ;
οὐ γάρ με νῦν χέζοντά γ᾽ οὐδεὶς ὄψεται.
οἴμοι κακοδαίμων, ὅτι γέρων ὢν ἠγόμην
γυναῖχ᾽: ὅσας εἴμ᾽ ἄξιος πληγὰς λαβεῖν.
325οὐ γάρ ποθ᾽ ὑγιὲς οὐδὲν ἐξελήλυθεν
δράσουσ᾽. ὅμως δ᾽ οὖν ἐστιν ἀποπατητέον.

Ἀνήρ

τίς ἔστιν; οὐ δήπου Βλέπυρος γειτνιῶν;

Βλέπυρος

νὴ τὸν Δί᾽ αὐτὸς δῆτ᾽ ἐκεῖνος.

Ἀνήρ
εἰπέ μοι,
τί τοῦτό σοι τὸ πυρρόν ἐστιν; οὔτι που
330Κινησίας σου κατατετίληκέν ποθεν;

Βλέπυρος

οὔκ, ἀλλὰ τῆς γυναικὸς ἐξελήλυθα
τὸ κροκωτίδιον ἀμπισχόμενος οὑνδύεται.

Ἀνήρ

τὸ δ᾽ ἱμάτιόν σου ποῦ 'στιν;

Βλέπυρος
οὐκ ἔχω φράσαι.
ζητῶν γὰρ αὔτ᾽ οὐχ ηὗρον ἐν τοῖς στρώμασιν.

Ἀνήρ

335εἶτ᾽ οὐδὲ τὴν γυναῖκ᾽ ἐκέλευσάς σοι φράσαι;

Βλέπυρος

μὰ τὸν Δί᾽ οὐ γὰρ ἔνδον οὖσα τυγχάνει,
ἀλλ᾽ ἐκτετρύπηκεν λαθοῦσά μ᾽ ἔνδοθεν:
καὶ δέδοικα μή τι δρᾷ νεώτερον.

Ἀνήρ

νὴ τὸν Ποσειδῶ ταὐτὰ τοίνυν ἄντικρυς
340ἐμοὶ πέπονθας. καὶ γὰρ ξύνειμ᾽ ἐγὼ
φρούδη 'στ᾽ ἔχουσα θοἰμάτιον οὑγὼ 'φόρουν.
κοὐ τοῦτο λυπεῖ μ᾽, ἀλλὰ καὶ τὰς ἐμβάδας.
οὔκουν λαβεῖν γ᾽ αὐτὰς ἐδυνάμην οὐδαμοῦ.

Βλέπυρος

μὰ τὸν Διόνυσον οὐδ᾽ ἐγὼ γὰρ τὰς ἐμὰς
345Λακωνικάς, ἀλλ᾽ ὡς ἔτυχον χεζητιῶν,
ἐς τὼ κοθόρνω τὼ πόδ᾽ ἐνθεὶς ἵεμαι,
ἵνα μὴ 'γχέσαιμ᾽ ἐς τὴν σισύραν: φανὴ γὰρ ἦν.

Ἀνήρ

τί δῆτ᾽ ἂν εἴη; μῶν ἐπ᾽ ἄριστον γυνὴ
κέκληκεν αὐτὴν τῶν φίλων;

Βλέπυρος
γνώμην γ᾽ ἐμήν.

Ἀνήρ

350οὔκουν πονηρά γ᾽ ἐστὶν τι κἄμ᾽ εἰδέναι.
ἀλλὰ σὺ μὲν ἱμονιάν τιν᾽ ἀποπατεῖς, ἐμοὶ δ᾽
ὥρα βαδίζειν ἐστὶν εἰς ἐκκλησίαν,
ἤνπερ λάβω θοἰμάτιον, ὅπερ ἦν μοι μόνον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus Tyrannus, 1-150
  • Cross-references in general dictionaries to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: