previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Χρεμύλος

δῆλον ὅτι τοὺς τρόπους τις οὐ μοχθηρὸς ἦν,
ἔπειτα πλουτῶν οὐκέθ᾽ ἥδεται φακῇ:
1005πρὸ τοῦ δ᾽ ὑπὸ τῆς πενίας ἅπανθ᾽ ὑπήσθιεν.

Γραῦς

καὶ μὴν πρὸ τοῦ γ᾽ ὁσημέραι νὴ τὼ θεὼ
ἐπὶ τὴν θύραν ἐβάδιζεν ἀεὶ τὴν ἐμήν.

Χρεμύλος

ἐπ᾽ ἐκφοράν;

Γραῦς
μὰ Δί᾽ ἀλλὰ τῆς φωνῆς μόνον
ἐρῶν ἀκοῦσαι.

Χρεμύλος
τοῦ λαβεῖν μὲν οὖν χάριν.

Γραῦς

1010καὶ νὴ Δί᾽ εἰ λυπουμένην γ᾽ αἴσθοιτό με,
νηττάριον ἂν καὶ φάττιον ὑπεκορίζετο.

Χρεμύλος

ἔπειτ᾽ ἴσως ᾔτει σ᾽ ἂν εἰς ὑποδήματα.

Γραῦς

μυστηρίοις δὲ τοῖς μεγάλοις ὀχουμένην
ἐπὶ τῆς ἁμάξης ὅτι προσέβλεψέν μέ τις,
1015ἐτυπτόμην διὰ τοῦθ᾽ ὅλην τὴν ἡμέραν.
οὕτω σφόδρα ζηλότυπος νεανίσκος ἦν.

Χρεμύλος

μόνος γὰρ ἥδεθ᾽, ὡς ἔοικεν, ἐσθίων.

Γραῦς

καὶ τάς γε χεῖρας παγκάλας ἔχειν μ᾽ ἔθη.

Χρεμύλος

ὁπότε προτείνοιέν γε δραχμὰς εἴκοσιν.

Γραῦς

1020ὄζειν τε τῆς χρόας ἔφασκεν ἡδύ μου.

Χρεμύλος

εἰ Θάσιον ἐνέχεις, εἰκότως γε νὴ Δία.

Γραῦς

τὸ βλέμμα θ᾽ ὡς ἔχοιμι μαλακὸν καὶ καλόν.

Χρεμύλος

οὐ σκαιὸς ἦν ἄνθρωπος, ἀλλ᾽ ἠπίστατο
γραὸς καπρώσης τἀφόδια κατεσθίειν.

Γραῦς

1025ταῦτ᾽ οὖν θεὸς φίλ᾽ ἄνερ οὐκ ὀρθῶς ποιεῖ,
φάσκων βοηθεῖν τοῖς ἀδικουμένοις ἀεί.

Χρεμύλος

τί γὰρ ποιήσει; φράζε, καὶ πεπράξεται.

Γραῦς

ἀναγκάσαι δίκαιόν ἐστι νὴ Δία
τὸν εὖ παθόνθ᾽ ὑπ᾽ ἐμοῦ πάλιν μ᾽ ἀντευποιεῖν,
1030 μηδ᾽ ὁτιοῦν ἀγαθὸν δίκαιόν ἐστ᾽ ἔχειν.

Χρεμύλος

οὔκουν καθ᾽ ἑκάστην ἀπεδίδου τὴν νύκτα σοι;

Γραῦς

ἀλλ᾽ οὐδέποτέ με ζῶσαν ἀπολείψειν ἔφη.

Χρεμύλος

ὀρθῶς γε: νῦν δέ γ᾽ οὐκέτι ζῆν σ᾽ οἴεται.

Γραῦς

ὑπὸ τοῦ γὰρ ἄλγους κατατέτηκ᾽ φίλτατε.

Χρεμύλος

1035οὐκ ἀλλὰ κατασέσηπας, ὥς γ᾽ ἐμοὶ δοκεῖς.

Γραῦς

διὰ δακτυλίου μὲν οὖν ἔμεγ᾽ ἂν διελκύσαις.

Χρεμύλος

εἰ τυγχάνοι γ᾽ δακτύλιος ὢν τηλία.

Γραῦς

καὶ μὴν τὸ μειράκιον τοδὶ προσέρχεται,
οὗπερ πάλαι κατηγοροῦσα τυγχάνω:
1040ἔοικε δ᾽ ἐπὶ κῶμον βαδίζειν.

Χρεμύλος
φαίνεται.
στέφανόν γέ τοι καὶ δᾷδ᾽ ἔχων πορεύεται.

Νεανίας

ἀσπάζομαί σε.

Γραῦς
τί φησιν;

Νεανίας
ἀρχαία φίλη,
πολιὰ γεγένησαι ταχύ γε νὴ τὸν οὐρανόν.

Γραῦς

τάλαιν᾽ ἐγὼ τῆς ὕβρεος ἧς ὑβρίζομαι.

Χρεμύλος

1045ἔοικε διὰ πολλοῦ χρόνου σ᾽ ἑορακέναι.

Γραῦς

ποίου χρόνου ταλάνταθ᾽, ὃς παρ᾽ ἐμοὶ χθὲς ἦν;

Χρεμύλος

τοὐναντίον πέπονθε τοῖς πολλοῖς ἄρα:
μεθύων γάρ, ὡς ἔικεν, ὀξύτερον βλέπει.

Γραῦς

οὔκ, ἀλλ᾽ ἀκόλαστός ἐστιν ἀεὶ τοὺς τρόπους.

Νεανίας

1050 Ποντοπόσειδον καὶ θεοὶ πρεσβυτικοί,
ἐν τῷ προσώπῳ τῶν ῥυτίδων ὅσας ἔχει.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
  • Cross-references to this page (2):
    • Raphael Kühner, Friedrich Blass, Ausführliche Grammatik der Griechischen Sprache, A. Vokale.
    • A Dictionary of Greek and Roman Antiquities (1890), ELEUSINIA
  • Cross-references in general dictionaries to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: