previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Γραῦς

,
τὴν δᾷδα μή μοι πρόσφερ᾽.

Χρεμύλος
εὖ μέντοι λέγει.
ἐὰν γὰρ αὐτὴν εἷς μόνος σπινθὴρ λάβῃ
ὥσπερ παλαιὰν εἰρεσιώνην καύσεται.

Νεανίας

1055βούλει διὰ χρόνου πρός με παῖσαι;

Γραῦς
ποῖ τάλαν;

Νεανίας

αὐτοῦ, λαβοῦσα κάρνα.

Γραῦς
παιδιὰν τίνα;

Νεανίας

πόσους ἔχεις ὀδόντας.

Χρεμύλος
ἀλλὰ γνώσομαι
κἄγωγ᾽: ἔχει γὰρ τρεῖς ἴσως τέτταρας.

Νεανίας

ἀπότεισον: ἕνα γὰρ γόμφιον μόνον φορεῖ.

Γραῦς

1060ταλάντατ᾽ ἀνδρῶν οὐχ ὑγιαίνειν μοι δοκεῖς,
πλυνόν με ποιῶν ἐν τοσούτοις ἀνδράσιν.

Νεανίας

ὄναιο μέντἄν, εἴ τις ἐκπλύνειέ σε.

Χρεμύλος

οὐ δῆτ᾽, ἐπεὶ νῦν μὲν καπηλικῶς ἔχει,
εἰ δ᾽ ἐκπλυνεῖται τοῦτο τὸ ψιμύθιον,
1065ὄψει κατάδηλα τοῦ προσώπου τὰ ῥάκη.

Γραῦς

γέρων ἀνὴρ ὢν οὐχ ὑγιαίνειν μοι δοκεῖς.

Νεανίας

πειρᾷ μὲν οὖν ἴσως σε καὶ τῶν τιτθίων
ἐφάπτεταί σου λανθάνειν δοκῶν ἐμέ.

Γραῦς

μὰ τὴν Ἀφροδίτην οὐκ ἐμοῦ γ᾽ βδελυρὲ σύ.

Χρεμύλος

1070μὰ τὴν Ἑκάτην οὐ δῆτα: μαινοίμην γὰρ ἄν.
ἀλλ᾽ νεανίσκ᾽ οὐκ ἐῶ τὴν μείρακα
μισεῖν σε ταύτην.

Νεανίας
ἀλλ᾽ ἔγωγ᾽ ὑπερφιλῶ.

Χρεμύλος

καὶ μὴν κατηγορεῖ γέ σου.

Νεανίας
τί κατηγορεῖ;

Χρεμύλος

εἶναί σ᾽ ὑβριστήν φησι καὶ λέγειν ὅτι
1075πάλαι ποτ᾽ ἦσαν ἄλκιμοι Μιλήσιοι.’

Νεανίας

ἐγὼ περὶ ταύτης οὐ μαχοῦμαί σοι.

Χρεμύλος
τὸ τί;

Νεανίας

αἰσχυνόμενος τὴν ἡλικίαν τὴν σήν, ἐπεὶ
οὐκ ἄν ποτ᾽ ἄλλῳ τοῦτ᾽ ἐπέτρεψ᾽ ἐγὼ ποιεῖν:
νῦν δ᾽ ἄπιθι χαίρων συλλαβὼν τὴν μείρακα.

Χρεμύλος

1080οἶδ᾽ οἶδα τὸν νοῦν: οὐκέτ᾽ ἀξιοῖς ἴσως
εἶναι μετ᾽ αὐτῆς.

Γραῦς
δ᾽ ἐπιτρέψων ἐστὶ τίς;

Νεανίας

οὐκ ἂν διαλεχθείην διεσπλεκωμένῃ
ὑπὸ μυρίων ἐτῶν γε καὶ τρισχιλίων.

Χρεμύλος

ὅμως δ᾽ ἐπειδὴ καὶ τὸν οἶνον ἠξίους
1085πίνειν, συνεκποτέ᾽ ἐστί σοι καὶ τὴν τρύγα.

Νεανίας

ἀλλ᾽ ἔστι κομιδῇ τρὺξ παλαιὰ καὶ σαπρά.

Χρεμύλος

οὐκοῦν τρύγοιπος ταῦτα πάντ᾽ ἰάσεται.

Νεανίας

ἀλλ᾽ εἴσιθ᾽ εἴσω: τῷ θεῷ γὰρ βούλομαι
ἐλθὼν ἀναθεῖναι τοὺς στεφάνους τούσδ᾽ οὓς ἔχω.

Γραῦς

1090ἐγὼ δέ γ᾽ αὐτῷ καὶ φράσαι τι βούλομαι.

Νεανίας

ἐγὼ δέ γ᾽ οὐκ εἴσειμι.

Χρεμύλος
θάρρει, μὴ φοβοῦ.
οὐ γὰρ βιάσεται.

Νεανίας
πάνυ καλῶς τοίνυν λέγεις.
ἱκανὸν γὰρ αὐτὴν πρότερον ὑπεπίττουν χρόνον.

Γραῦς

βάδιζ᾽: ἐγὼ δέ σου κατόπιν εἰσέρχομαι.

Χρεμύλος

1095ὡς εὐτόνως Ζεῦ βασιλεῦ τὸ γρᾴδιον
ὥσπερ λεπὰς τῷ μειρακίῳ προσείχετο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: