previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Καρίων

1135εἴ του δέει γ᾽ ὧν δυνατός εἰμί σ᾽ ὠφελεῖν.

Ἑρμῆς

εἴ μοι πορίσας ἄρτον τιν᾽ εὖ πεπεμμένον
δοίης καταφαγεῖν καὶ κρέας νεανικὸν
ὧν θύεθ᾽ ὑμεῖς ἔνδον.

Καρίων
ἀλλ᾽ οὐκ ἐκφορά.

Ἑρμῆς

καὶ μὴν ὁπότε τι σκευάριον τοῦ δεσπότου
1140ὑφέλοι᾽, ἐγώ σε λανθάνειν ἐποίουν ἀεί.

Καρίων

ἐφ᾽ τε μετέχειν καὐτὸς τοιχωρύχε.
ἧκεν γὰρ ἄν σοι ναστὸς εὖ πεπεμμένος.

Ἑρμῆς

ἔπειτα τοῦτόν γ᾽ αὐτὸς ἂν κατήσθιες.

Καρίων

οὐ γὰρ μετεῖχες τὰς ἴσας πληγὰς ἐμοί,
1145ὁπότε τι ληφθείην πανουργήσας ἐγώ.

Ἑρμῆς

μὴ μνησικακήσῃς, εἰ σὺ Φυλὴν κατέλαβες.
ἀλλὰ ξύνοικον πρὸς θεῶν δέξασθέ με.

Καρίων

ἔπειτ᾽ ἀπολιπὼν τοὺς θεοὺς ἐνθάδε μενεῖς;

Ἑρμῆς

τὰ γὰρ παρ᾽ ὑμῖν ἐστι βελτίω πολύ.

Καρίων

1150τί δέ; ταὐτομολεῖν ἀστεῖον εἶναί σοι δοκεῖ;

Ἑρμῆς

πατρὶς γάρ ἐστι πᾶσ᾽ ἵν᾽ ἂν πράττῃ τις εὖ.

Καρίων

τί δῆτ᾽ ἂν εἴης ὄφελος ἡμῖν ἐνθάδ᾽ ὤν;

Ἑρμῆς

παρὰ τὴν θύραν στροφαῖον ἱδρύσασθέ με.

Καρίων

στροφαῖον; ἀλλ᾽ οὐκ ἔργον ἔστ᾽ οὐδὲν στροφῶν.

Ἑρμῆς

1155ἀλλ᾽ ἐμπολαῖον.

Καρίων
ἀλλὰ πλουτοῦμεν: τί οὖν
Ἑρμῆν παλιγκάπηλον ἡμᾶς δεῖ τρέφειν;

Ἑρμῆς

ἀλλὰ δόλιον τοίνυν.

Καρίων
δόλιον; ἥκιστά γε:
οὐ γὰρ δόλου νῦν ἔργον, ἀλλ᾽ ἁπλῶν τρόπων.

Ἑρμῆς

ἀλλ᾽ ἡγεμόνιον.

Καρίων
ἀλλ᾽ θεὸς ἤδη βλέπει,
1160ὥσθ᾽ ἡγεμόνος οὐδὲν δεησόμεσθ᾽ ἔτι.

Ἑρμῆς

ἐναγώνιος τοίνυν ἔσομαι. τί δῆτ᾽ ἐρεῖς;
Πλούτῳ γάρ ἐστι τοῦτο συμφορώτατον
ποιεῖν ἀγῶνας μουσικοὺς καὶ γυμνικούς.

Καρίων

ὡς ἀγαθόν ἐστ᾽ ἐπωνυμίας πολλὰς ἔχειν:
1165οὗτος γὰρ ἐξηύρηκεν αὑτῷ βιότιον.
οὐκ ἐτὸς ἅπαντες οἱ δικάζοντες θαμὰ
σπεύδουσιν ἐν πολλοῖς γεγράφθαι γράμμασιν.

Ἑρμῆς

οὐκοῦν ἐπὶ τούτοις εἰσίω;

Καρίων
καὶ πλῦνέ γε
αὐτὸς προσελθὼν πρὸς τὸ φρέαρ τὰς κοιλίας,
1170ἵν᾽ εὐθέως διακονικὸς εἶναι δοκῇς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: