previous

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Χοροῦ

Ἱερεύς

τίς ἂν φράσειε ποῦ 'στι Χρεμύλος μοι σαφῶς;

Χρεμύλος

τί δ᾽ ἔστιν βέλτιστε;

Ἱερεύς
τί γὰρ ἀλλ᾽ κακῶς;
ἀφ᾽ οὗ γὰρ Πλοῦτος οὗτος ἤρξατο βλέπειν,
ἀπόλωλ᾽ ὑπὸ λιμοῦ. καταφαγεῖν γὰρ οὐκ ἔχω,
1175καὶ ταῦτα τοῦ σωτῆρος ἱερεὺς ὢν Διός.

Χρεμύλος

δ᾽ αἰτία τίς ἐστιν πρὸς τῶν θεῶν;

Ἱερεύς

θύειν ἔτ᾽ οὐδεὶς ἀξιοῖ.

Χρεμύλος
τίνος οὕνεκα;

Ἱερεύς

ὅτι πάντες εἰσὶ πλούσιοι: καίτοι τότε,
ὅτ᾽ εἶχον οὐδέν, μὲν ἂν ἥκων ἔμπορος
1180ἔθυσεν ἱερεῖόν τι σωθείς, δέ τις ἂν
δίκην ἀποφυγών, δ᾽ ἂν ἐκαλλιερεῖτό τις
κἀμέ γ᾽ ἐκάλει τὸν ἱερέα: νῦν δ᾽ οὐδὲ εἷς
θύει τὸ παράπαν οὐδὲν οὐδ᾽ εἰσέρχεται,
πλὴν ἀποπατησόμενοί γε πλεῖν μύριοι.

Χρεμύλος

1185οὔκουν τὰ νομιζόμενα σὺ τούτων λαμβάνεις;

Ἱερεύς

τὸν οὖν Δία τὸν σωτῆρα καὐτός μοι δοκῶ
χαίρειν ἐάσας ἐνθάδ᾽ αὐτοῦ καταμένειν.

Χρεμύλος

θάρρει: καλῶς ἔσται γάρ, ἢν θεὸς θέλῃ.
Ζεὺς σωτὴρ γὰρ πάρεστιν ἐνθάδε,
1190αὐτόματος ἥκων.

Ἱερεύς
πάντ᾽ ἀγαθὰ τοίνυν λέγεις.

Χρεμύλος

ἱδρυσόμεθ᾽ οὖν αὐτίκα μάλ᾽, ἀλλὰ περίμενε
τὸν Πλοῦτον, οὗπερ πρότερον ἦν ἱδρυμένος
τὸν ὀπισθόδομον ἀεὶ φυλάττων τῆς θεοῦ.
ἀλλ᾽ ἐκδότω τις δεῦρο δᾷδας ἡμμένας,
1195ἵν᾽ ἔχων προηγῇ τῷ θεῷ σύ.

Ἱερεύς
πάνυ μὲν οὖν
δρᾶν ταῦτα χρή.

Χρεμύλος
τὸν Πλοῦτον ἔξω τις κάλει.

Γραῦς

ἐγὼ δὲ τί ποιῶ;

Χρεμύλος
τὰς χύτρας, αἷς τὸν θεὸν
ἱδρυσόμεθα, λαβοῦσ᾽ ἐπὶ τῆς κεφαλῆς φέρε
σεμνῶς: ἔχουσα δ᾽ ἦλθες αὐτὴ ποικίλα.

Γραῦς

1200ὧν δ᾽ οὕνεκ᾽ ἦλθον;

Χρεμύλος
πάντα σοι πεπράξεται.
ἥξει γὰρ νεανίσκος ὡς σ᾽ εἰς ἑσπέραν.

Γραῦς

ἀλλ᾽ εἴ γε μέντοι νὴ Δί᾽ ἐγγυᾷ σύ μοι
ἥξειν ἐκεῖνον ὡς ἔμ᾽, οἴσω τὰς χύτρας.

Χρεμύλος

καὶ μὴν πολὺ τῶν ἄλλων χυτρῶν τἀναντία
1205αὗται ποιοῦσι: ταῖς μὲν ἄλλαις γὰρ χύτραις
γραῦς ἔπεστ᾽ ἀνωτάτω, ταύτης δὲ νῦν
τῆς γραὸς ἐπιπολῆς ἔπεισιν αἱ χύτραι.


Χορός

οὐκ ἔτι τοίνυν εἰκὸς μέλλειν οὐδ᾽ ἡμᾶς, ἀλλ᾽ ἀναχωρεῖν
ἐς τοὔπισθεν: δεῖ γὰρ κατόπιν τούτων ᾁδοντας ἕπεσθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references to this page (1):
    • Raphael Kühner, Bernhard Gerth, Ausführliche Grammatik der griechischen Sprache, KG 1.4.2
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: