previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Καρίων

πολλὰ δὴ τῷ δεσπότῃ ταὐτὸν θύμον φαγόντες,
ἄνδρες φίλοι καὶ δημόται καὶ τοῦ πονεῖν ἐρασταί,
255ἴτ᾽ ἐγκονεῖτε σπεύδεθ᾽, ὡς καιρὸς οὐχὶ μέλλειν,
ἀλλ᾽ ἔστ᾽ ἐπ᾽ αὐτῆς τῆς ἀκμῆς, δεῖ παρόντ᾽ ἀμύνειν.

Χορός

οὔκουν ὁρᾷς ὁρμωμένους ἡμᾶς πάλαι προθύμως,
ὡς εἰκός ἐστιν ἀσθενεῖς γέροντας ἄνδρας ἤδη;
σὺ δ᾽ ἀξιοῖς ἴσως με θεῖν, πρὶν ταῦτα καὶ φράσαι μοι
260ὅτου χάριν μ᾽ δεσπότης σὸς κέκληκε δῦρο.

Καρίων

οὔκουν πάλαι δήπου λέγω; σὺ δ᾽ αὐτὸς οὐκ ἀκούεις.
δεσπότης γάρ φησιν ὑμᾶς ἡδέως ἅπαντας
ψυχροῦ βίου καὶ δυσκόλου ζήσειν ἀπαλλαγέντας.

Χορός

ἔστιν δὲ δὴ τί καὶ πόθεν τὸ πρᾶγμα τοῦθ᾽ φησιν;

Καρίων

265ἔχων ἀφῖκται δεῦρο πρεσβύτην τιν᾽ πόνηροι
ῥυπῶντα κυφὸν ἄθλιον ῥυσὸν μαδῶντα νωδόν:
οἶμαι δὲ νὴ τὸν οὐρανὸν καὶ ψωλὸν αὐτὸν εἶναι.

Χορός

χρυσὸν ἀγγείλας ἐπῶν πῶς φῄς; πάλιν φράσον μοι.
δηλοῖς γὰρ αὐτὸν σωρὸν ἥκειν χρημάτων ἔχοντα.

Καρίων

270πρεσβυτικῶν μὲν οὖν κακῶν ἔγωγ᾽ ἔχοντα σωρόν.

Χορός

μῶν ἀξιοῖς φενακίσας ἔπειτ᾽ ἀπαλλαγῆναι
ἀζήμοις, καὶ ταῦτ᾽ ἐμοῦ βακτηρίαν ἔχοντος;

Καρίων

πάντως γὰρ ἄνθρωπον φύσει τοιοῦτον ἐς τὰ πάντα
ἡγεῖσθέ μ᾽ εἶναι κοὐδὲν ἂν νομίζεθ᾽ ὑγιὲς εἰπεῖν;

Χορός

275ὡς σεμνὸς οὑπίτριπτος: αἱ κνῆμαι δέ σου βοῶσιν
ἰοὺ ἰού,’ τὰς χοίνικας καὶ τὰς πέδας ποθοῦσαι.

Καρίων

ἐν τῇ σορῷ νυνὶ λαχὸν τὸ γράμμα σου δικάζειν,
σὺ δ᾽ οὐ βαδίζεις, δὲ Χάρων τὸ ξύμβολον δίδωσιν.

Χορός

διαρραγείης, ὡς μόθων εἶ καὶ φύσει κόβαλος,
280ὅστις φενακίζεις, φράσαι δ᾽ οὔπω τέτληκας ἡμῖν,
οἳ πολλὰ μοχθήσαντες οὐκ οὔσης σχολῆς προθύμως
δεῦρ᾽ ἤλθομεν, πολλῶν θύμων ῥίζας διεκπερῶντες.

Καρίων

ἀλλ᾽ οὐκέτ᾽ ἂν κρύψαιμι. τὸν Πλοῦτον γὰρ ὦνδρες ἥκει
285ἄγων δεσπότης, ὃς ὑμᾶς πλουσίους ποιήσει.

Χορός

ὄντως γὰρ ἔστι πλουσίοις ἡμῖν ἅπασιν εἶναι;

Καρίων

νὴ τοὺς θεοὺς Μίδαις μὲν οὖν, ἢν ὦτ᾽ ὄνου λάβητε.

Χορός

ὡς ἥδομαι καὶ τέρπομαι καὶ βούλομαι χορεῦσαι
ὑφ᾽ ἡδονῆς, εἴπερ λέγεις ὄντως σὺ ταῦτ᾽ ἀληθῆ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
  • Cross-references to this page (1):
    • Raphael Kühner, Bernhard Gerth, Ausführliche Grammatik der griechischen Sprache, KG 3.5.2
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: