previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Χοροῦ

Χρεμύλος

χαίρειν μὲν ὑμᾶς ἐστιν ὦνδρες δημόται
ἀρχαῖον ἤδη προσαγορεύειν καὶ σαπρόν:
ἀσπάζομαι δ᾽ ὁτιὴ προθύμως ἥκετε
325καὶ συντεταμένως κοὐ κατεβλακευμένως.
ὅπως δέ μοι καὶ τἄλλα συμπαραστάται
ἔσεσθε καὶ σωτῆρες ὄντως τοῦ θεοῦ.

Χορός

θάρρει: βλέπειν γὰρ ἄντικρυς δόξεις μ᾽ Ἄρη.
δεινὸν γὰρ εἰ τριωβόλου μὲν οὕνεκα
330ὠστιζόμεσθ᾽ ἑκάστοτ᾽ ἐν τἠκκλησίᾳ,
αὐτὸν δὲ τὸν Πλοῦτον παρείην τῳ λαβεῖν.

Χρεμύλος

καὶ μὴν ὁρῶ καὶ Βλεψίδημον τουτονὶ
προσιόντα: δῆλος δ᾽ ἐστὶν ὅτι τοῦ πράγματος
ἀκήκοέν τι τῇ βαδίσει καὶ τῷ τάχει.

Βλεψίδημος

335τί ἂν οὖν τὸ πρᾶγμ᾽ εἴη; πόθεν καὶ τίνι τρόπῳ
Χρεμύλος πεπλούτηκ᾽ ἐξαπίνης; οὐ πείθομαι.
καίτοι λόγος γ᾽ ἦν νὴ τὸν Ἡρακλέα πολὺς
ἐπὶ τοῖσι κουρείοισι τῶν καθημένων,
ὡς ἐξαπίνης ἀνὴρ γεγένηται πλούσιος.
340ἔστιν δέ μοι τοῦτ᾽ αὐτὸ θαυμάσιον, ὅπως
χρηστόν τι πράττων τοὺς φίλους μεταπέμπεται.
οὔκουν ἐπιχώριόν γε πρᾶγμ᾽ ἐργάζεται.

Χρεμύλος

ἀλλ᾽ οὐδὲν ἀποκρύψας ἐρῶ: νὴ τοὺς θεοὺς
Βλεψίδημ᾽ ἄμεινον χθὲς πράττομεν,
345ὥστε μετέχειν ἔξεστιν: εἶ γὰρ τῶν φίλων.

Βλεψίδημος

γέγονας δ᾽ ἀληθῶς, ὡς λέγουσι, πλούσιος;

Χρεμύλος

ἔσομαι μὲν οὖν αὐτίκα μάλ᾽, ἢν θεὸς θέλῃ.
ἔνι γάρ τις ἔνι κίνδυνος ἐν τῷ πράγματι.

Βλεψίδημος

ποῖός τις;

Χρεμύλος
οἷος;

Βλεψίδημος
λέγ᾽ ἀνύσας τι φῄς ποτε.

Χρεμύλος

350ἢν μὲν κατορθώσωμεν, εὖ πράττειν ἀεί:
ἢν δὲ σφαλῶμεν, ἐπιτετρῖφθαι τὸ παράπαν.

Βλεψίδημος

τουτὶ πονηρὸν φαίνεται τὸ φορτίον
καί μ᾽ οὐκ ἀρέσκει. τό τε γὰρ ἐξαίφνης ἄγαν
οὕτως ὑπερπλουτεῖν τό τ᾽ αὖ δεδοικέναι
355πρὸς ἀνδρὸς οὐδὲν ὑγιές ἐστ᾽ εἰργασμένου.

Χρεμύλος

πῶς οὐδὲν ὑγιές;

Βλεψίδημος
εἴ τι κεκλοφὼς νὴ Δία
ἐκεῖθεν ἥκεις ἀργύριον χρυσίον
παρὰ τοῦ θεοῦ, κἄπειτ᾽ ἴσως σοι μεταμέλει.

Χρεμύλος

Ἄπολλον ἀποτρόπαιε μὰ Δί᾽ ἐγὼ μὲν οὔ.

Βλεψίδημος

360παῦσαι φλυαρῶν ὦγάθ᾽: οῖδα γὰρ σαφῶς.

Χρεμύλος

σὺ μηδὲν εἰς ἔμ᾽ ὑπονόει τοιουτονί.

Βλεψίδημος

φεῦ,
ὡς οὐδὲν ἀτεχνῶς ὑγιές ἐστιν οὐδενός,
ἀλλ᾽ εἰσὶ τοῦ κέρδους ἅπαντες ἥττονες.

Χρεμύλος

οὔ τοι μὰ τὴν Δήμητρ᾽ ὑγιαίνειν μοι δοκεῖς.

Βλεψίδημος

365ὡς πολὺ μεθέστηχ᾽ ὧν πρότερον εἶχεν τρόπων.

Χρεμύλος

μελαγχολᾷς ὦνθρωπε νὴ τὸν οὐρανόν.

Βλεψίδημος

ἀλλ᾽ οὐδὲ τὸ βλέμμ᾽ αὐτὸ κατὰ χώραν ἔχει,
ἀλλ᾽ ἐστὶν ἐπίδηλόν τι πεπανουργηκότι.

Χρεμύλος

σὺ μὲν οἶδ᾽ κρώζεις: ὡς ἐμοῦ τι κεκλοφότος
370ζητεῖς μεταλαβεῖν.

Βλεψίδημος
μεταλαβεῖν ζητῶ; τίνος;

Χρεμύλος

τὸ δ᾽ ἐστὶν οὐ τοιοῦτον ἀλλ᾽ ἑτέρως ἔχον.

Βλεψίδημος

μῶν οὐ κέκλοφας ἀλλ᾽ ἥρπακας;

Χρεμύλος
κακοδαιμονᾷς.

Βλεψίδημος

ἀλλ᾽ οὐδὲ μὴν ἀπεστέρηκάς γ᾽ οὐδένα;

Χρεμύλος

ου᾽ δῆτ᾽ ἔγωγ᾽.

Βλεψίδημος
Ἡράκλεις, φέρε ποῖ τις ἂν
375τράποιτο; τἀληθὲς γὰρ οὐκ ἐθέλει φράσαι.

Χρεμύλος

κατηγορεῖς γὰρ πρὶν μαθεῖν τὸ πρᾶγμά μου.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
  • Cross-references to this page (1):
    • Raphael Kühner, Bernhard Gerth, Ausführliche Grammatik der griechischen Sprache, KG 3.2.2
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: