next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Καρίων

ὡς ἀργαλέον πρᾶγμ᾽ ἐστὶν Ζεῦ καὶ θεοὶ
δοῦλον γενέσθαι παραφρονοῦντος δεσπότου.
ἢν γὰρ τὰ βέλτισθ᾽ θεράπων λέξας τύχῃ,
δόξῃ δὲ μὴ δρᾶν ταῦτα τῷ κεκτημένῳ,
5μετέχειν ἀνάγκη τὸν θεράποντα τῶν κακῶν.
τοῦ σώματος γὰρ οὐκ ἐᾷ τὸν κύριον
κρατεῖν δαίμων, ἀλλὰ τὸν ἐωνημένον.
καὶ ταῦτα μὲν δὴ ταῦτα. τῷ δὲ Λοξίᾳ,
ὃς θεσπιῳδεῖ τρίποδος ἐκ χρυσηλάτου,
10μέμψιν δικαίαν μέμφομαι ταύτην, ὅτι
ἰατρὸς ὢν καὶ μάντις, ὥς φασιν, σοφὸς
μελαγχολῶντ᾽ ἀπέπεμψέ μου τὸν δεσπότην,
ὅστις ἀκολουθεῖ κατόπιν ἀνθρώπου τυφλοῦ,
τοὐναντίον δρῶν προσῆκ᾽ αὐτῷ ποιεῖν.
15οἱ γὰρ βλέποντες τοῖς τυφλοῖς ἡγούμεθα,
οὗτος δ᾽ ἀκολουθεῖ, κἀμὲ προσβιάζεται,
καὶ ταῦτ᾽ ἀποκρινομένῳ τὸ παράπαν οὐδὲ γρῦ.
ἐγὼ μὲν οὖν οὐκ ἔσθ᾽ ὅπως σιγήσομαι,
ἢν μὴ φράσῃς τι τῷδ᾽ ἀκολουθοῦμέν ποτε
20 δέσποτ᾽, ἀλλά σοι παρέξω πράγματα.
οὐ γάρ με τυπτήσεις στέφανον ἔχοντά γε.

Χρεμύλος

μὰ Δί᾽ ἀλλ᾽ ἀφελὼν τὸν στέφανον, ἢν λυπῇς τί με,
ἵνα μᾶλλον ἀλγῇς.

Καρίων
λῆρος: οὐ γὰρ παύσομαι
πρὶν ἂν φράσῃς μοι τίς ποτ᾽ ἐστὶν οὑτοσί:
25εὔνους γὰρ ὤν σοι πυνθάνομαι πάνυ σφόδρα.

Χρεμύλος

ἀλλ᾽ οὔ σε κρύψω: τῶν ἐμῶν γὰρ οἰκετῶν
πιστότατον ἡγοῦμαί σε καὶ κλεπτίστατον.
ἐγὼ θεοσεβὴς καὶ δίκαιος ὢν ἀνὴρ
κακῶς ἔπραττον καὶ πένης ἦν:

Καρίων
οἶδά τοι.

Χρεμύλος

30ἕτεροι δ᾽ ἐπλούτουν ἱερόσυλοι ῥήτορες
καὶ συκοφάνται καὶ πονηροί:

Καρίων
πείθομαι.

Χρεμύλος

ἐπερησόμενος οὖν ᾠχόμην ὡς τὸν θεόν,
τὸν ἐμὸν μὲν αὐτοῦ τοῦ ταλαιπώρου σχεδὸν
ἤδη νομίζων ἐκτετοξεῦσθαι βίον,
35τὸν δ᾽ υἱόν, ὅσπερ ὢν μόνος μοι τυγχάνει,
πευσόμενος εἰ χρὴ μεταβαλόντα τοὺς τρόπους
εἶναι πανοῦργον, ἄδικον, ὑγιὲς μηδὲ ἕν,
ὡς τῷ βίῳ τοῦτ᾽ αὐτὸ νομίσας συμφέρειν.

Καρίων

τί δῆτα Φοῖβος ἔλακεν ἐκ τῶν στεμμάτων;

Χρεμύλος

40πεύσει. σαφῶς γὰρ θεὸς εἶπέ μοι τοδί:
ὅτῳ ξυναντήσαιμι πρῶτον ἐξιών,
ἐκέλευε τούτου μὴ μεθίεσθαί μ᾽ ἔτι,
πείθειν δ᾽ ἐμαυτῷ ξυνακολουθεῖν οἴκαδε.

Καρίων

καὶ τῷ ξυναντᾷς δῆτα πρώτῳ;

Χρεμύλος
τουτῳί.

Καρίων

45εἶτ᾽ οὐ ξυνίης τὴν ἐπίνοιαν τοῦ θεοῦ
φράζουσαν σκαιότατέ σοι σαφέστατα
ἀσκεῖν τὸν υἱὸν τὸν ἐπιχώριον τρόπον;

Χρεμύλος

τῷ τοῦτο κρίνεις;

Καρίων
δῆλον ὁτιὴ καὶ τυφλῷ
γνῶναι δοκεῖ τοῦθ᾽, ὡς σφόδρ᾽ ἐστὶ συμφέρον
50τὸ μηδὲν ἀσκεῖν ὑγιὲς ἐν τῷ νῦν χρόνῳ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
  • Cross-references to this page (1):
    • Raphael Kühner, Bernhard Gerth, Ausführliche Grammatik der griechischen Sprache, KG 1.pos=2.2
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: