previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Βλεψίδημος

τᾶν ἐγώ τοι τοῦτ᾽ ἀπὸ σμικροῦ πάνυ
ἐθέλω διαπρᾶξαι πρὶν πυθέσθαι τὴν πόλιν,
τὸ στόμ᾽ ἐπιβύσας κέρμασιν τῶν ῥητόρων.

Χρεμύλος

380καὶ μὴν φίλως γ᾽ ἄν μοι δοκεῖς νὴ τοὺς θεοὺς
τρεῖς μνᾶς ἀναλώσας λογίσασθαι δώδεκα.

Βλεψίδημος

ὁρῶ τιν᾽ ἐπὶ τοῦ βήματος καθεδούμενον
ἱκετηρίαν ἔχοντα μετὰ τῶν παιδίων
καὶ τῆς γυναικός, κου᾽ διοίσοντ᾽ ἄντικρυς
385τῶν Ἡρακλειδῶν οὐδ᾽ ὁτιοῦν τῶν Παμφίλου.

Χρεμύλος

οὒκ κακόδαιμον, ἀλλὰ τοὺς χρηστοὺς μόνους
ἔγωγε καὶ τοὺς δεξιοὺς καὶ σώφρονας
ἀπαρτὶ πλουτῆσαι ποιήσω.

Βλεψίδημος
τί σὺ λέγεις;
οὕτω πάνυ πολλὰ κέκλοφας;

Χρεμύλος
οἴμοι τῶν κακῶν,
390ἀπολεῖς.

Βλεψίδημος
σὺ μὲν οὖν σεαυτόν, ὥς γ᾽ ἐμοὶ δοκεῖς.

Χρεμύλος

ου᾽ δῆτ᾽, ἐπεὶ τὸν Πλοῦτον μόχθηρε σὺ
ἔχω.

Βλεψίδημος
σὺ Πλοῦτον; ποῖον;

Χρεμύλος
αὐτὸν τὸν θεόν.

Βλεψίδημος

καὶ ποῦ 'στιν;

Χρεμύλος
ἔνδον.

Βλεψίδημος
ποῦ;

Χρεμύλος
παρ᾽
ἐμοί.

Βλεψίδημος
παρὰ σοί;

Χρεμύλος
πάνυ.

Βλεψίδημος

οὐκ ἐς κόρακας; Πλοῦτος παρὰ σοί;

Χρεμύλος
νὴ τοὺς θεούς.

Βλεψίδημος

395λὲγεις ἀληθῆ;

Χρεμύλος
φημί.

Βλεψίδημος
πρὸς τῆς Ἑστίας;

Χρεμύλος

νὴ τὸν Ποσειδῶ.

Βλεψίδημος
τὸν θαλάττιον λέγεις;

Χρεμύλος

εἰ δ᾽ ἔστιν ἕτερός τις Ποσειδῶν, τὸν ἕτερον.

Βλεψίδημος

εἶτ᾽ οὐ διαπέμπεις καὶ πρὸς ἡμᾶς τοὺς φίλους;

Χρεμύλος

οὐκ ἔστι πω τὰ πράγματ᾽ ἐν τούτῳ.

Βλεψίδημος
τί φῄς;
400οὐ τῷ μεταδοῦναι;

Χρεμύλος
μὰ Δία. δεῖ γὰρ πρῶτα

Βλεψίδημος
τί;

Χρεμύλος

βλέψαι ποιῆσαι νώ

Βλεψίδημος
τίνα βλέψαι; φράσον.

Χρεμύλος

τὸν Πλοῦτον ὥσπερ πρότερον ἑνί γέ τῳ τρόπῳ.

Βλεψίδημος

τυφλὸς γὰρ ὄντως ἐστί;

Χρεμύλος
νὴ τὸν οὐρανόν.

Βλεψίδημος

οὐκ ἐτὸς ἄρ᾽ ὡς ἔμ᾽ ἦλθεν οὐδεπώποτε.

Χρεμύλος

405ἀλλ᾽ ἢν θεοὶ θέλωσι, νῦν ἀφίξεται.

Βλεψίδημος

οὔκουν ἰατρὸν εἰσάγειν ἐχρῆν τινά;

Χρεμύλος

τίς δῆτ᾽ ἰατρός ἐστι νῦν ἐν τῇ πόλει;
οὔτε γὰρ μισθὸς οὐδὲν ἔστ᾽ οὔθ᾽ τέχνη.

Βλεψίδημος

σκοπῶμεν.

Χρεμύλος
ἀλλ᾽ οὐκ ἔστιν.

Βλεψίδημος
οὐδ ἐμοὶ δοκεῖ.

Χρεμύλος

410μὰ Δί᾽ ἀλλ᾽ ὅπερ πάλαι παρεσκευαζόμην
ἐγώ, κατακλίνειν αὐτὸν εἰς Ἀσκληπιοῦ
κράτιστόν ἐστι.

Βλεψίδημος
πολὺ μὲν οὖν νὴ τοὺς θεούς.
μή νυν διάτριβ᾽ ἀλλ᾽ ἄνυε πράττων ἕν γέ τι.

Χρεμύλος

καὶ δὴ βαδίζω.

Βλεψίδημος
σπεῦδέ νυν.

Χρεμύλος
τοῦτ᾽ αὐτὸ δρῶ.

Πενία

415 θερμὸν ἔργον κἀνόσιον καὶ παράνομον
τολμῶντε δρᾶν ἀνθρωπαρίω κακοδαίμονε
ποῖ ποῖ; τί φεύγετον; οὐ μενεῖτον;

Βλεψίδημος
Ἡράκλεις.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Commentary references to this page (1):
    • J. Adam, A. M. Adam, Commentary on Plato, Protagoras, CHAPTER XXXV
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: