previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Πενία

ἐγὼ γὰρ ὑμᾶς ἐξολῶ κακοὺς κακῶς:
τόλμημα γὰρ τολμᾶτον οὐκ ἀνασχετόν,
420ἀλλ᾽ οἷον οὐδεὶς ἄλλος οὐδεπώποτε
οὔτε θεὸς οὔτ᾽ ἄνθρωπος: ὥστ᾽ ἀπολώλατον.

Χρεμύλος

σὺ δ᾽ εἶ τίς; ὠχρὰ μὲν γὰρ εἶναί μοι δοκεῖς.

Βλεψίδημος

ἴσως Ἐρινύς ἐστιν ἐκ τραγῳδίας:
βλέπει γέ τοι μανικόν τι καὶ τραγῳδικόν.

Χρεμύλος

425ἀλλ᾽ οὐκ ἔχει γὰρ δᾷδας.

Βλεψίδημος
οὐκοῦν κλαύσεται.

Πενία

ὄιεσθε δ᾽ εἶναι τίνα με;

Χρεμύλος
πανδοκεύτριαν
λεκιθόπωλιν. οὐ γὰρ ἂν τοσουτονὶ
ἀνέκραγες ἡμῖν οὐδὲν ἠδικημένη.

Πενία

ἄληθες; οὐ γὰρ δεινότατα δεδράκατον
430ζητοῦντες ἐκ πάσης με χώρας ἐκβαλεῖν;

Χρεμύλος

οὔκουν ὑπόλοιπον τὸ βάραθρόν σοι γίγνεται;
ἀλλ᾽ ἥτις εἶ λέγειν σ᾽ ἐχρῆν αὐτίκα μάλα.

Πενία

σφὼ ποιήσω τήμερον δοῦναι δίκην
ἀνθ᾽ ὧν ἐμὲ ζητεῖτον ἐνθένδ᾽ ἀφανίσαι.

Βλεψίδημος

435ἆρ᾽ ἐστὶν καπηλὶς ἡκ τῶν γειτόνων,
ταῖς κοτύλαις ἀεί με διαλυμαίνεται;

Πενία

Πενία μὲν οὖν, σφῷν ξυνοικῶ πόλλ᾽ ἔτη.

Βλεψίδημος

ἄναξ Ἄπολλον καὶ θεοί, ποῖ τις φύγῃ;

Χρεμύλος

οὗτος τί δρᾷς; δειλότατον σὺ θηρίον:
440οὐ παραμενεῖς;

Βλεψίδημος
ἥκιστα πάντων.

Χρεμύλος
οὐ μενεῖς;
ἀλλ᾽ ἄνδρε δύο γυναῖκα φεύγομεν μίαν;

Βλεψίδημος

Πενία γάρ ἐστιν πόνηρ᾽, ἧς οὐδαμοῦ
οὐδὲν πέφυκε ζῷον ἐξωλέστερον.

Χρεμύλος

στῆθ᾽, ἀντιβολῶ σε, στῆθι.

Βλεψίδημος
μὰ Δί᾽ ἐγὼ μὲν οὔ.

Χρεμύλος

445καὶ μὴν λέγω, δεινότατον ἔργον παρὰ πολὺ
ἔργων ἁπάντων ἐργασόμεθ᾽, εἰ τὸν θεὸν
ἔρημον ἀπολιπόντε ποι φευξούμεθα
τηνδὶ δεδιότε, μηδὲ διαμαχούμεθα.

Βλεψίδημος

ποίοις ὅπλοισιν δυνάμει πεποιθότες;
450ποῖον γὰρ οὐ θώρακα, ποίαν δ᾽ ἀσπίδα
οὐκ ἐνέχυρον τίθησιν μιαρωτάτη;

Χρεμύλος

θάρρει: μόνος γὰρ θεὸς οὗτος οἶδ᾽ ὅτι
τροπαῖον ἂν στήσαιτο τῶν ταύτης τρόπων.

Πενία

γρύζειν δὲ καὶ τολμᾶτον καθάρματε,
455ἐπ᾽ αὐτοφώρῳ δεινὰ δρῶντ᾽ εἰλημμένω;

Χρεμύλος

σὺ δ᾽ κάκιστ᾽ ἀπολουμένη τί λοιδορεῖ
ἡμῖν προσελθοῦσ᾽ οὐδ᾽ ὁτιοῦν ἀδικουμένη;

Πενία

οὐδὲν γὰρ πρὸς τῶν θεῶν νομίζετε
ἀδικεῖν με τὸν Πλοῦτον ποιεῖν πειρωμένω
460βλέψαι πάλιν;

Χρεμύλος
τί οὖν ἀδικοῦμεν τοῦτό σε,
εἰ πᾶσιν ἀνθρώποισιν ἐκπορίζομεν
ἀγαθόν;

Πενία
τί δ᾽ ἂν ὑμεῖς ἀγαθὸν ἐξεύροιθ᾽;

Χρεμύλος
τι;
σὲ πρῶτον ἐκβαλόντες ἐκ τῆς Ἑλλάδος.

Πενία

ἔμ᾽ ἐκβαλόντες; καὶ τί ἂν νομίζετον
465κακὸν ἐργάσασθαι μεῖζον ἀνθρώπους;

Χρεμύλος
τι;
εἰ τοῦτο δρᾶν μέλλοντες ἐπιλαθοίμεθα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: